Thesauros Literature biography Περὶ φιλοπλουτίας

Περὶ φιλοπλουτίας

Περὶ φιλοπλουτίας Plutarch
10 τοιαύτην ὁ πλοῦτος εὐδαιμονίαν ἔχει θεατῶν δεομένην καὶ μαρτύρων, οἷς δεῖ πᾶσιν ἐμπομπεύειν αὐτόν, ἢ· τὸ μηδέν ἐστιν. ἀλλʼ οὐχ ὅμοιόν γε τὸ σωφρονεῖν τὸ φιλοσοφεῖν τὸ γιγνώσκειν ἃ δεῖ περὶ θεῶν· ἀλλὰ κἂν λανθάνῃ πάντας ἀνθρώπους, ἴδιον σέλας ἔχει καὶ φέγγος ἐν τῇ ψυχῇ μέγα καὶ χαρὰν ποιεῖ σύνοικον αὐτῇ ἐν ἑαυτῇαὐτῇ ἐν ἑαυτῇ] αὐτῆς Stegmannus ἀντιλαμβανομένῃἀντιλαμβανομένης idem τἀγαθοῦ, ἂν τʼ εἰδῇ τις ἄν τε λανθάνῃ καὶ θεοὺς καὶ ἀνθρώπους ἅπαντας. τοιοῦτόν ἐστιν ἀρετὴ ἀλήθεια μαθημάτων τε κάλλος γεωμετρικῶν ἀστρολογικῶν οἷς πάντα τὰτὰ * τοῦ πλούτου φάλαρα ταῦτα καὶ περιδέραια· καὶ θεάματα κορασιώδη παραβαλεῖνcf. Kock. 3 p. 437 ἄξιον, ἃἃ * ἄ μηδενὸς ὁρῶντος μηδὲ προσβλέποντος ὄντως τυφλὸς γίγνεται καὶ ἀφεγγὴς ὁ πλοῦτος; μόνος γὰρ ὁ πλούσιος δειπνῶν μετὰ τῆς γυναικὸς ἢ τῶν συνήθων οὔτε ταῖς χρυσαῖς παρέχει πράγματα τραπέζαις οὔτε τοῖς χρυσοῖς ἐκπώμασιν ἀλλὰ χρῆται τοῖς προστυχοῦσι, καὶ ἡ γυνὴ ἄχρυσος καὶ ἀπόρφυρος καὶ ἀφελὴς πάρεστιν· ὅταν δὲ σύνδειπνον, τουτέστι πομπὴ καὶ θέατρον, συγκροτῆται καὶ δρᾶμα πλουσιακὸν εἰσάγηται, νηῶν δʼ ἔκφερε λέβητάς τε τρίποδάς τε·Hom. Ψ 259 τῶν τε λύχνων ἀντέχονται καὶ περισπῶνται περὶ τὰς κύλικας, ἀλλάσσουσι τοὺς οἰνοχόους, μεταμφιεννύουσι πάντα, πάνταπάντα] prius del. Duebnerus κινοῦσι, χρυσόν, ἄργυρον, λιθοκόλλητα, ἁπλῶς πλουτεῖν ὁμολογοῦντες. ἀλλὰ σωφροσύνης γε, κἂν μόνος δειπνῇ, δεῖται κἂν δικαιοσύνης.
← Previous 9 / 9

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme