Thesauros Literature biography Περὶ φιλοπλουτίας

Περὶ φιλοπλουτίας

Περὶ φιλοπλουτίας Plutarch
1 Ἱππόμαχος ὁ ἀλείπτης, ἐπαινούντων τινῶν ἄνθρωπον εὐμήκη καὶ μακρὰς ἔχοντα χεῖρας ὡς πυκτικόν, εἴπερ ἔφη καθελεῖν ἔδει τὸν στέφανον κρεμάμενον τοῦτʼ ἔστιν εἰπεῖν πρὸς τοὺς τὰ καλὰ χωρία καὶ τὰς μεγάλας οἰκίας καὶ τὸ πολὺ ἀργύριον ὑπερεκπεπληγμένους καὶ μακαρίζοντας, εἴ γʼ ἔδει πωλουμένην πρίασθαι τὴν εὐδαιμονίαν καίτοι πολλοὺς ἂν εἴποι τις, ὅτι μᾶλλον ἐθέλουσι πλουτεῖν καὶ κακοδαιμονοῦντες μακάριοι γενέσθαι δόντες ἀργύριον, ἀλλʼ οὐκ ἔστι γε χρημάτων ὤνιον ἀλυπία, μεγαλοφροσύνη, εὐστάθεια, θαρραλεότης, αὐτάρκεια· τῷ πλουτεῖν οὐκ ἔνεστι τὸ πλούτου καταφρονεῖν οὐδὲ τῷ τὰ περιττὰ κεκτῆσθαι τὸ μὴ δεῖσθαι τῶν περιττῶν.
2 τίνος οὖν ἀπαλλάττει τῶν ἄλλων κακῶν ὁ πλοῦτος, εἰ μηδὲ φιλοπλουτίας; ἀλλὰ ποτῷ μὲν ἔσβεσαν τὴν τοῦ ποτοῦ ὄρεξιν καὶ τροφὴ τὴν τῆς τροφῆς ἐπιθυμίαν ἠκέσαντο· κἀκεῖνος ὁ λέγων δὸς χλαῖναν Ἱππώνακτι, κάρτα γὰρ ῥιγῶ,cf. Bergk. 2 p. 469 πλειόνων ἐπιφερομένων δυσανασχετεῖ καὶ διωθεῖται· φιλαργυρίαν δʼ οὐ σβέννυσιν ἀργύριον οὐδὲ χρυσίον οὐδὲ πλεονεξία παύεται κτωμένη τὸ πλέον. ἀλλʼ ἔστιν εἰπεῖν πρὸς τὸν πλοῦτον ὥσπερὥσπερ] i. e. ὥσπερ πρὸς ἰατρὸν ἀλαζόνα τὸ φάρμακόν σου τὴν νόσον μείζω ποιεῖ·Kock 3 p. 494 ἄρτου δεομένους καὶ οἴκου καὶ σκέπης μετρίας καὶ τοῦ τυχόντος ὄψου παραλαβὼν ἐμπέπληκεν ἐπιθυμίας χρυσοῦ καὶ ἀργύρου καὶ ἐλέφαντος καὶ σμαράγδων καὶ κυνῶν καὶ ἵππων, εἰς χαλεπὰ καὶ σπάνια καὶ δυσπόριστα καὶ ἄχρηστα μεταθεὶς ἐκ τῶν ἀναγκαίων τὴν ὄρεξιν. ἐπεὶ τῶν γʼ ἀρκούντων οὐδεὶς πένης ἐστίν· οὐδὲ δεδάνεισται πώποτʼ ἄνθρωπος ἀργύριον, ἵνʼ ἄλφιτα πρίηται ἢ τυρὸν ἢ ἄρτον ἢ ἐλαίας· ἀλλὰ τὸν μὲν οἰκία πολυτελὴς χρεωφειλέτην πεποίηκε, τὸν δʼ ὁμοροῦν ἐλαιόφυτον, τὸν δὲ σιτῶνες ἀμπελῶνες, ἄλλον ἡμίονοι Γαλατικαὶ, ἄλλον ἵπποι ζυγοφόροι κείνʼ ὄχεα κροτέοντεςHom. O 453 ἐνσεσείκασιν εἰς βάραθρον συμβολαίων καὶ τόκων καὶ ὑποθηκῶν. εἶθʼ ὥσπερ οἱ πίνοντες μετὰ τὸ μὴ διψῆν ἢ ἐσθίοντες μετὰ τὸ μὴ πεινῆν καὶ ὅσα διψῶντες ἢ πεινῶντες ἔλαβον προσεξεμοῦσιν, οὕτως οἱ τῶν ἀχρήστων ἐφιέμενοι καὶ περιττῶν οὐδὲ τῶν ἀναγκαίων κρατοῦσιν. οὗτοι μὲν οὖν τοιοῦτοι.
1 / 9 Next →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme