Thesauros Literature biography Περὶ δυσωπίας

Περὶ δυσωπίας

Περὶ δυσωπίας Plutarch
10 ὁ μὲν γὰρ εἰπών, ὅτι πάντες οἱ τὴν Ἀσίαν κατοικοῦντες ἑνὶ δουλεύουσιν ἀνθρώπῳ διὰ τὸ μὴ δύνασθαι μίαν εἰπεῖν τὴν οὐ συλλαβήν, οὐκ ἐσπούδασεν ἀλλʼ ἔσκωψε· τοῖς δὲ δυσωπουμένοις, κἂν μηδὲν εἴπωσιν, ἔξεστιν ὀφρῦν ἐπάρασι μόνον ἢ κάτω κύψασι πολλὰς ἀβουλήτους καὶ ἀτόπους ὑπουργίας διαφυγεῖν. τὴν γὰρ σιωπὴν ὁ μὲν Εὐριπίδης Εὐριπίδης] Nauck. p. 675 φησὶ τοῖς σοφοῖς ἀπόκρισιν εἶναι· κινδυνεύομεν δὲ μᾶλλον αὐτῆς δεῖσθαι πρὸς τοὺς ἀγνώμονας· ἐπεὶ τοὺς . χαρίεντας ἔστι καὶ παρηγορῆσαι· καὶ πρόχειρά γε δεῖ καὶ συχνὰ τῶν ἐπιφανῶν καὶ ἀγαθῶν ἀνδρῶν ἔχειν ἀποφθέγματα καὶ μνημονεύειν πρὸς τοὺς δυσωποῦντας· οἷον τὸ Φωκίωνος πρὸς Ἀντίπατρον οὐ δύνασαί μοι καὶ φίλῳ χρῆσθαι καὶ κόλακι καὶ πρὸς τοὺς Ἀθηναίους ἐπιδοῦναι κελεύοντας αὐτὸν ἐν ἑορτῇ καὶ κροτοῦντας αἰσχύνομαι εἶπεν ὑμῖν μὲν ἐπιδιδοὺς τούτῳ δὲ μὴ ἀποδιδούς Καλλικλέα δείξας τὸν δανειστήν· πενίαν γὰρ οὐχ ὁμολογεῖν αἰσχρὸν ὡς Θουκυδίδης Θουκυδίδης] 2, 40 φησὶν ἀλλʼ ἔργῳ μὴ διαφεύγειν αἴσχιον ὁ δʼ ἀβελτερίᾳ καὶ μαλακίᾳ πρὸς τὸν αἰτοῦντα δυσωπούμενος εἰπεῖν οὐκ ἔστʼ ἐν ἄντροις λευκός, ὦ ξένʼ, ἄργυρος· Nauck. p. 913. Kock. 3 p. 613 εἶθʼ ὥσπερ ἐνέχυρον προέμενος; τὴν ἐπαγγελίαν, αἰδοῦς ἀχαλκεύτοισιν ἔζευκται πέδαις.Nauck. p. 549 ὁ δὲ Περσαῖος ἀργύριόν τινι τῶν γνωρίμων δανείζων διʼ ἀγορᾶς καὶ τραπέζης ἐποιεῖτο τὸ συμβόλαιον μεμνημένος δηλονότι τοῦ Ἡσιόδου Ἡσιόδου] OD 371 λέγοντος; καί τε κασιγνήτῳ γελάσας ἐπὶ μάρτυρα θέσθαι. θαυμάσαντος δʼ ἐκείνου καὶ εἰπόντος οὕτως, ὦ Περσαῖε, νομικῶς; ναί εἶπεν ἵνα φιλικῶς ἀπολάβω καὶ μὴ νομικῶς ἀπαιτήσω πολλοὶ γὰρ ἐν ἀρχῇ διὰ δυσωπίαν προέμενοι τὸ πιστόν, ὕστερον ἐχρήσαντο τοῖς νομίμοις μετʼ ἔχθρας.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme