Thesauros Literature biography Περὶ δυσωπίας

Περὶ δυσωπίας

Περὶ δυσωπίας Plutarch
19 ὃ τοίνυν πρὸς πάντα τὰ πάθη χρήσιμόν ἐστι, τούτου δεῖ μάλιστα τοῖς εὐδυσωπήτοις, ὅταν ἐκβιασθέντες ὑπὸ τοῦ, πάθους παρὰ γνώμην ἁμάρτωσι καὶ διατραπῶσιν, ἰσχυρῶς μνημονεύειν, καὶ τὰ σημεῖα τοῦ δηγμοῦ καὶ τῆς μεταμελείας θεμένους ἐν ἑαυτοῖς ἀναλαμβάνειν καὶ φυλάττειν ἐπὶ πλεῖστον χρόνον, ὡς γὰρ οἱ λίθῳ προσπταίσαντες ὁδοιπόροι ἢ περὶ ἄκραν ἀνατραπέντες κυβερνῆται, ἂν μνημονεύωσιν, οὐκ ἐκεῖνα μόνον ἀλλὰ καὶ τὰ προσόμοια φρίττοντες καὶ φυλαττόμενοι διατελοῦσιν οὕτως οἱ τὰ τῆς δυσωπίας αἰσχρὰ καὶ βλαβερὰ συνεχῶς τῷ μετανοοῦντι καὶ δακνομένῳ προβάλλοντες ἀντιλήψονται πάλιν ἑαυτῶν ἐν τοῖς ὁμοίοις καὶ οὐ προήσονται ῥᾳδίως ὑποφερομένους.
← Previous 17 / 17

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme