Thesauros Literature biography Περὶ δυσωπίας

Περὶ δυσωπίας

Περὶ δυσωπίας Plutarch
3 πρῶτον οὖν τοῦτο δεῖ πείθεσθαι τὸν ὑπὸ πολλῆς δυσωπίας βιαζόμενον, ὅτι πάθει βλαβερῷ συνέχεται· καλὸν δὲ τῶν βλαβερῶν οὐδέν· οὐδὲ δεῖ τοῖς ἐπαίνοις κηλούμενον ἥδεσθαι κομψὸν καὶ ἱλαρὸν ἀντὶ σεμνοῦ καὶ μεγάλου καὶ δικαίου προσαγορευόμενον μηδʼ, ὥσπερ ὁ Εὐριπίδου Εὐριπίδου] Nauck. p. 451 Πήγασος ἔπτησσʼ ὑπείκων μᾶλλον εἱ μᾶλλον μᾶλλον εἰ μᾶλλον [p. 807 a: μᾶλλον ἢ θέλοι τῷ Βελλεροφόντῃ, τοῖς δεομένοις ἑαυτὸν ἐκδιδόναι ·, καὶ συνεκταπεινοῦν, φοβούμενον ἀκοῦσαι τὸ σκληρὸς γε γε] τε R καὶ ἀπηνής. τῷ μὲν γὰρ Αἰγυπτίῳ Βοκχόριδι φύσει χαλεπῷ γενομένῳ τὴν ἀσπίδα λέγουσιν ὑπὸ τῆς Ἴσιδος ἐπιπεμφθεῖσαν καὶ τῇ κεφαλῇ περιελιχθεῖσαν ἄνωθεν ἐπισκιάζειν, ἵνα κρίνῃ δικαίως ἡ δέ γε δυσωπία τοῖς ἀτόνοις καὶ ἀνάνδροις ἐπικειμένη καὶ πρὸς μηδὲν ἀνανεῦσαι μηδʼ ἀντειπεῖν ἰσχύουσα, καὶ δικάζοντας ἀποτρέπει τοῦ δικαίου καὶ συμβουλεύοντας ἐπιστομίζει καὶ λέγειν πολλὰ καὶ πράττειν ἀναγκάζει τῶν ἀβουλήτων ὁ δʼ ἀγνωμονέστατος ἀεὶ τοῦ τοιούτου δεσπότης ἐστὶ καὶ κρατεῖ, τῷ μὴ αἰδεῖσθαι τὸ αἰδούμενον ἐκβιαζόμενος. ὅθεν ὥσπερ χωρίον ὕπτιον καὶ μαλακὸν ἡ δυσωπία μηδεμίαν ἔντευξιν ἐξῶσαι μηδʼ ἀποστρέψαι δυναμένη τοῖς αἰσχίστοις βάσιμός ἐστι πάθεσι καὶ πράγμασι· κακὴ μὲν γὰρ αὕτη παιδικῆς φρουρὸς ἡλικίας, ὡς ἔλεγε Βροῦτος οὐ δοκεῖν αὐτῷ καλῶς τὴν ὥραν διατεθεῖσθαι τὸν πρὸς μηδὲν ἀρνούμενον κακὴ δὲ θαλάμου καὶ γυναικωνίτιδος ἐπίτροπος, ὥς φησιν ἡ παρὰ τῷ Σοφοκλεῖ Σοφοκλεῖ] Nauck. p. 312 μετανοοῦσα πρὸς τὸν μοιχὸν ἔπεισας, ἐξέθωψας. ὥστʼ· ἡ δυσωπία προδιαφθείρουσα προδιαφθείρασα (malim προδιαφθείρουσα) τοῦ ἀκολάστου Madvigius τὸ ἀκόλαστον ἀνώχυρα πάντα καὶ ἄκλειστα καὶ κατάντη προδίδωσι τοῖς ἐπιτιθεμένοις. καὶ διδόντες μὲν αἱροῦσι τὰς βδελυρωτάτας; τῶν φύσεων, τῷ δὲ δὲ Emperius: δὴ πείθειν καὶ δυσωπεῖν πολλάκις κατεργάζονται καὶ τὰς ἐπιεικεῖς. ἐῶ δὲ τὰς εἰς τὰ χρήματα βλάβας ὑπὸ τοῦ δυσωπεῖσθαι, δανειζόντων οἷς ἀπιστοῦσιν ἐγγυωμένων οἷς οὐκ ἐθέλουσιν, ἐπαινούντων μὲν τὸ ἐγγύα πάρα δʼ ἄτα χρῆσθαι δʼ αὐτῷ παρὰ παρὰ R: περὶ τὰ πράγματα μὴ δυναμένων.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme