6
καὶ μὴν οὐδʼ ἡ πρὸς τοὺς ἐπαίνους τοῦ ἀδυσωπήτου μελέτη καὶ ἄσκησις ἐν μικροῖς καὶ ἐλαφροῖς ἄχρηστός ἐστιν. οἷον ἐν συμποσίῳ φίλου κιθαρῳδὸς ᾄδει κακῶς ἢ πολλοῦ κωμῳδὸς ἐωνημένος ἐπιτρίβει Μένανδρον, οἱ δὲ πολλοὶ κροτοῦσι καὶ θαυμάζουσιν· · οὐδὲν οἶμαι χαλεπὸν οὐδὲ δύσκολον ἀκούειν σιωπῇ καὶ μὴ παρὰ τὸ φαινόμενον ἀνελευθέρως ἐπαινεῖν. ἐὰν γὰρ ἐν τούτοις μὴ κρατῇς σαυτοῦ, τί ποιήσεις φίλου ποίημα φαῦλον ἀναγιγνώσκοντος ἢ λόγον ἐπιδεικνυμένου γεγραμμένον ἀβελτέρως καὶ γελοίως; ἐπαινέσεις δηλονότι καὶ συνεπιθορυβήσεις τοῖς κολακεύουσι. πῶς οὖν ἐν πράγμασιν ἁμαρτάνοντος ἐπιλήψῃ; πῶς δὲ περὶ ἀρχὴν ἢ γάμον ἢ πολιτείαν ἀγνωμονοῦντα νουθετήσεις; ἐγὼ μὲν γὰρ οὐδὲ τὸ τοῦ Περικλέους ἀποδέχομαι, πρὸς τὸν ἀξιοῦντα μαρτυρίαν ψευδῆ μαρτυρῆσαι φίλον, προσῆν καὶ ὅρκος, εἰπόντος μέχρι τοῦ βωμοῦ φίλος εἰμί· λίαν γὰρ ἐγγὺς ἦλθεν. ὁ δὲ πόρρωθεν ἑαυτὸν ἐθίσας μήτε λέγοντος ἐπαινεῖν παρὰ γνώμην μήτε ᾅδοντος κροτεῖν μήτε σκώπτοντος ἀφυῶς ἐπιγελᾶν, οὐκ ἐάσει μέχρι τούτου προελθεῖν οὐδʼ εἰπεῖν πρὸς τὸν ἐν ἐκείνοις ἀδυσώπητον ὄμοσον ὑπὲρ ἐμοῦ καὶ τὰ ψευδῆ μαρτύρησον καὶ ἀπόφηναι παρὰ τὸ δίκαιον.