Thesauros Literature biography Περὶ φθόνου καὶ μίσους

Περὶ φθόνου καὶ μίσους

Περὶ φθόνου καὶ μίσους Plutarch
5 ἔτι τοίνυν τὸ μὲν φθονεῖν πρὸς οὐδένα γίγνεται δικαίως· οὐδεὶς γὰρ ἀδικεῖ τῷ εὐτυχεῖν, ἐπὶ τούτῳ δὲ φθονοῦνται μισοῦνται δὲ πολλοὶ δικαίως, ὡς οὓςὡς οὓς] οὓς R. ὥστε καὶ ἄλλους W. ὥστʼ Emperius et deinde οἳ ἂν pro ἂν ἀξιομισήτους καλοῦμεν,καλοῦμεν] add. καὶ τοῖς αὐτῶν γνωρίμοις δυσχεραίνομεν R ἂν μὴ φεύγωσι τοὺς τοιούτους μηδὲ βδελύττωνται καὶ δυσχεραίνωσι. μέγα δὲ τούτου τεκμήριον, ὅτι μισεῖν μὲν πολλοὺς ὁμολογοῦσιν ἔνιοι φθονεῖν δʼ οὐδενὶ λέγουσι. καὶ γὰρ ἡ μισοπονηρία τῶν ἐπαινουμένων ἐστί· καὶ τὸν ἀδελφιδοῦν τοῦ Λυκούργου Χάριλλον, βασιλεύοντα τῆς Σπάρτης ἐπιεικῆ δʼ ὄντα καὶ πρᾶον ἐπαινούντων τινῶν, ὁ συνάρχων καὶ πῶς ἔφη χρηστός ἐστι Χάριλλος, ὃς οὐδὲ τοῖς πονηροῖς χαλεπός ἐστι; καὶ τοῦ Θερσίτου ὁ ποιητὴς τὴν μὲν τοῦ σώματος κακίαν πολυμερῶς καὶ περιωδευμένως ἐξεμόρφησε, τὴν δὲ τοῦ ἤθους μοχθηρίαν συντομώτατα καὶ διʼ ἑνὸςδι’ ἑνος] δι’ ἑνὸς ἔπους? sed simile exemplum inveni in Schol. Soph. ad Aiac vs. 125: ὁ δὲ Ὁμηρος δι’ ἑνὸς αὐτάρκως τοῦτο δεδήλωκεν. cf. Schol. ad Antig. vs. 107 ἔφρασεν, ἔχθιστος δʼ Ἀχιλῆι μάλιστʼ ἦν ἠδʼ ὈδυσῆιHom. B 220 ὑπερβολὴ γάρ τις φαυλότητος τὸ τοῖς κρατίστοις ἐχθρὸν εἶναι. καὶκαὶ] del. W φθονεῖν δʼ ἀρνοῦνται κἂν ἐλέγχωνται, μυρίας σκήψεις προΐσχονται, ὀργίζεσθαι λέγοντες ἢ φοβεῖσθαι τὸν ἄνθρωπον ἢ μισεῖν ἢ ὁ τι ἂν τύχωσιν ἄλλο τῷ φθόνῳ τοῦτοῦ] del. Duebnerus πάθους ὄνομα περιβάλλοντες καὶ καλύπτοντες, ὡς μόνον τοῦτο τῶντῶν τῆς Duebnerus ψυχῆς νοσημάτων ἀπόρρητον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme