Thesauros Literature biography Περὶ φθόνου καὶ μίσους

Περὶ φθόνου καὶ μίσους

Περὶ φθόνου καὶ μίσους Plutarch
7 ἔτι τοίνυν καὶ μᾶλλον οὕτως ἀπὸ τῶν ἐναντίων ταὐτὸταὐτὸ *: τὸ αὐτὸ σκοπῶμεν. λύουσι γὰρ ἔχθρας καὶ μῖσος ἢ πεισθέντες μηδὲν ἀδικεῖσθαι, ἢ δόξαν ὡς χρηστῶν, οὓς ἐμίσουν ὡς πονηρούς, λαβόντες· ἢ τρίτον εὖ παθόντες· ἡ γὰρ τελευταία χάρις ὡς ΘουκυδίδηςΘουκυδ́δης] 1, 42 φησὶ κἂν ἐλάττωνἐλάσσων idem ᾖ, καιρὸν ἔχουσα δύναται μεῖζον ἔγκλημα λῦσαι τούτων δὲ τὸ μὲν πρῶτον οὐ λύει τὸν φθόνον· πεπεισμένοι γὰρ ἐξ ἀρχῆς μηδὲν ἀδικεῖσθαι φθονοῦσι τὰ δὲ λοιπὰ καὶ παροξύνει τοῖς τε γὰρ δοκοῦσι χρηστοῖς βασκαίνουσι μᾶλλον, ὡς δὴ τὸ μέγιστον ἀγαθὸν τὴν ἀρετὴν ἔχουσι κἂν εὖ πάσχωσιν ὑπὸ τῶν εὐτυχούντων, ἀνιῶνται, φθονοῦντες αὐτοῖς καὶ τῆς προαιρέσεως καὶ τῆς δυνάμεως· τὸ μὲν γὰρ ἀρετῆς ἐστι τὸ δʼ εὐτυχίας,. ἀγαθὰ δʼ ἀμφότερα, διὸ παντελῶς ἕτερόν ἐστι τοῦ μίσους πάθος ὁ φθόνος, εἰ, διʼ ὧν ἐκεῖνο πραΰνεται, τοῦτο λυπεῖται καὶ παροξύνεται.
8 ἤδη τοίνυν καὶ τὴν προαίρεσιν αὐτὴν ἑκατέρου πάθους σκοπῶμεν. ἔστι δὲ μισοῦντος μὲν προαίρεσις κακῶς ποιῆσαι κατὰκατὰ S: καὶ τὴν δύναμιν· καὶᾗ καὶ R οὕτως ὁρίζονται, διάθεσίν τινα καὶ προαίρεσιν ἐπιτηρητικὴν τοῦ κακῶς ποιῆσαι. τῷ φθόνῳ δὲ τοῦτο γοῦν ἄπεστι πολλοὺς γὰρ οἱ φθονοῦντες τῶν συνήθων καὶ οἰκείων ἀπολέσθαι μὲν οὐκ ἂν ἐθέλοιεν οὐδὲ δυστυχῆσαι, βαρύνονται δʼ εὐτυχοῦντας· καὶ κωλύουσικωλύουσι] malim κολούουσι μέν, εἰ δύνανται, τὴν δόξαν αὐτῶν καὶ λαμπρότητα, συμφορὰς δʼ ἀνηκέστους οὐκ ἂν προσβάλοιεν· ἀλλʼ ὥσπερ οἰκίας ὑπερεχούσης τὸ ἐπισκοτοῦν αὐτοῖς καθελόντες ἀρκοῦνται.
← Previous 5 / 5

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme