Thesauros Literature biography Περὶ τοῦ ἑαυτὸν ἐπαινεῖν ἀνεπιφθόνως

Περὶ τοῦ ἑαυτὸν ἐπαινεῖν ἀνεπιφθόνως

Περὶ τοῦ ἑαυτὸν ἐπαινεῖν ἀνεπιφθόνως Plutarch
12 ἀλλὰ ταῦτα μὲν ἴσως πρὸς τοὺς παντάπασι χαλεποὺς καὶ βασκάνους ἀνάγκη τὰ φάρμακα καὶ τὰ καὶ τὰ] καὶ Stegmannus παρηγορήματα μηχανᾶσθαι· πρὸς δὲ τοὺς μετρίους οὐκ ἄτοπόν ἐστι χρῆσθαι καὶ ταῖς ἐπανορθώσεσι τῶν ἐπαίνων· εἴ τις ὡς λόγιον ἢ πλούσιον ἢ δυνατὸν ἐπαινοίη, κελεύοντα μὴ ταῦτα περὶ αὐτοῦ λέγειν, ἀλλὰ μᾶλλον, εἰ χρηστὸς καὶ ἀβλαβὴς καὶ ὠφέλιμος, οὐ γὰρ εἰσφέρει τὸν ἔπαινον ὁ τοῦτο ποιῶν ἀλλὰ μετατίθησιν οὐδὲ χαίρειν δοκεῖ τοῖς ἐγκωμιάζουσιν αὐτὸν ἀλλὰ μᾶλλον, ὅτι μὴ προσηκόντως μηδʼ ἐφʼ οἷς δεῖ, δυσχεραίνειν καὶ ἀποκρύπτειν τὰ φαυλότερα τοῖς βελτίοσιν, οὐκ ἐπαινεῖσθαι βουλόμενος ἀλλʼ ἐπαινεῖν ὡς χρὴ διδάσκων. τὸ γάρ οὐ λίθοις οὐ λίθοις κἑ] Demosth. 18, 299 qui post ὅπλα add. καὶ πόλεις καὶ τόπους καὶ λιμένας καὶ ναῦς ἐτείχισα τὴν πόλιν οὐδὲ πλίνθοις ἐγώ ἀλλʼ ἐὰν τὸν ἐμὸν τειχισμὸν βούλῃ σκοπεῖν, εὑρήσεις καὶ ὅπλα καὶ ἵππους καὶ συμμάχους τοιούτου τινὸς ἔοικεν ἅπτεσθαι. καὶ τὸ τοῦ Περικλέους ἔτι μᾶλλον· ὀλοφυρόμενοι γάρ, ὡς ἔοικεν, ἤδη καταστρέφοντος αὐτοῦ, καὶ δυσφοροῦντες οἱ ἐπιτήδειοι τῶν στρατηγιῶν ἐμέμνηντο καὶ τῆς δυνάμεως, καὶ ὅσα δὴ τρόπαια καὶ νίκας καὶ πόλεις Ἀθηναίοις κτησάμενος ἀπολέλοιπεν ὁ δὲ μικρὸν ἐπαναστὰς ἐμέμψατʼ αὐτούς, ὡς κοινὰ πολλῶν καὶ τῆς τύχης ἔνια μᾶλλον τῆ ἀρετῆς ἐγκώμια λέγοντας· τὸ δὲ κάλλιστον καὶ μέγιστον καὶ ἴδιον αὐτοῦ παραλείποντας, ὅτι διʼ αὐτὸν οὐδεὶς Ἀθηναίων μέλαν ἱμάτιον ἀνείληφε. τοῦτο δὴ τὸ παράδειγμα καὶ ῥήτορι δίδωσιν, ἄνπερ ᾖ χρηστός, ἐπαινουμένῳ περὶ λόγου δεινότητα, μεταθεῖναι τὸν ἔπαινον ἐπὶ τὸν βίον καὶ τὸ ἦθος· καὶ στρατηγῷ θαυμαζομένῳ διʼ ἐμπειρίαν πολεμικὴν ἢ εὐτυχίαν, περὶ πραότητός τε καὶ δικαιοσύνης αὐτοῦ αὐτοῦ *: αὐτοῦ παρρησιάσασθαι καὶ τοὐναντίον αὖ πάλιν, ὑπερφυῶν τινων λεγομένων ἐπαίνων, οἷα πολλοὶ κολακεύοντες ἐπίφθονα λέγουσιν, εἰπεῖν οὔ τίς τοι θεός εἰμι· τί μʼ ἀθανάτοισιν ἐίσκεις; Hom. π 187 ἀλλʼ εἴ με γινώσκεις ἀληθῶς, ἐπαίνει τὸ ἀδωροδόκητον ἢ τὸ σῶφρον ἢ τὸ εὔγνωμον ἢ τὸ φιλάνθρωπον. ὁ γὰρ φθόνος οὐκ ἀηδῶς τῷ τὰ μείζονα παραιτουμένῳ τὰ μετριώτερα δίδωσι, καὶ τἀληθὲς τἀληθὲς *: τὸ ἀληθὲς ἐγκώμιον οὐκ ἀφαιρεῖται τῶν τὰ ψευδῆ καὶ κενὰ κενὰ καὶ ψευδῆ Duebnerus μὴ προσδεχομένων. διὸ καὶ τῶν βασιλέων τοὺς μὴ θεοὺς μηδὲ παῖδας θεῶν ἀναγορεύεσθαι θέλοντας ἀλλὰ Φιλαδέλφους ἢ φιλομήτορας ἢ Εὐεργέτας ἢ Θεοφιλεῖς, οὐκ ἤχθοντο ταῖς καλαῖς μὲν ἀνθρωπικαῖς δὲ ταύταις προσηγορίαις τιμῶντες. ὥσπερ αὖ καὶ τῶν γραφόντων καὶ λεγόντων βαρυνόμενοι τοὺς τὸ τῆς σοφίας ἐπιγραφομένους ὄνομα, χαίρουσι τοῖς φιλοσοφεῖν ἢ προκόπτειν ἤ τι τοιοῦτο περὶ αὑτῶν ἀνεπίφθονον καὶ μέτριον λέγουσιν. οἱ δὲ ῥήτορες καὶ ῥήτορες καὶ *: ῥητορικοὶ σοφισταὶ τὸ θείως καὶ τὸ δαιμονίως καὶ τὸ μεγάλως ἐν ταῖς ἐπιδείξεσι προσδεχόμενοι, καὶ τὸ μετρίως καὶ τὸ ἀνθρωπίνως προσαπολλύουσι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme