Thesauros Literature biography Περὶ τοῦ ἑαυτὸν ἐπαινεῖν ἀνεπιφθόνως

Περὶ τοῦ ἑαυτὸν ἐπαινεῖν ἀνεπιφθόνως

Περὶ τοῦ ἑαυτὸν ἐπαινεῖν ἀνεπιφθόνως Plutarch
17 ὅτι μὲν οὖν τὸ πρὸς ἔπαινον ἀλλότριον καὶ δόξαν ἀντιπαραβάλλειν ἑαυτὸν ἥκιστα πολιτικόν, εἴρηται πρότερον· οὐ μὴν ἀλλʼ ὅπου βλάπτει καὶ διαφθείρει ζῆλον ἐμποιῶν πρὸς τὰ φαῦλα καὶ προαίρεσιν πονηρὰν ἐν πράγμασι μεγάλοις ἡμαρτημένος ἔπαινος, οὐκ ἄχρηστόν ἐστιν ἐκκροῦσαι μᾶλλον δʼ ἀποστρέψαι τὸν ἀκροατὴν ἐπὶ τὰ κρείττω, τὴν διαφορὰν ἐνδεικνύμενον. ἀγαπήσειε γὰρ ἄν τις οἶμαι λοιδορουμένης κακίας καὶ ψεγομένης ἐθέλοντας ἀπέχεσθαι τοὺς πολλοὺς ὁρῶν· εἰ δὲ προσλάβοι δόξαν ἡ κακία, καὶ τῷ καθʼ ἡδονὰς αὐτῆς καὶ πλεονεξίας ἄγοντι προσγένοιτο τιμὴ καὶ τὸ εὐδοκιμεῖν, οὐκ ἔστιν οὕτως εὐτυχὴς οὐδʼ ἰσχυρὰ φύσις, ἧς οὐκ ἂν κρατήσειε. διὸ δεῖ μὴ τοῖς τῶν ἀνθρώπων ἐπαίνοις, ἀλλὰ τοῖς τῶν πραγμάτων, ἂν ᾖ φαῦλα, πολεμεῖν τὸν πολιτικόν· οὗτοι γὰρ διαστρέφουσι καὶ τούτοις τὸ μιμεῖσθαι τὰ αἰσχρὰ καὶ ζηλοῦν ὡς καλὰ συνεισέρχεται. μάλιστα δʼ ἐξελέγχονται τοῖς ἀληθινοῖς παρατιθεμένοις· οἷον ὁ τῶν τραγῳδιῶν ὑποκριτὴς Θεόδωρος εἰπεῖν ποτε πρὸς τὸν κωμικὸν λέγεται Σάτυρον, ὡς οὐ θαυμαστόν ἐστι, τὸ γελᾶν ποιεῖν τοὺς θεατὰς ἀλλὰ τὸ δακρύειν καὶ κλαίειν. ἄμεινον δʼ ἂν οἶμαι δ’ ἂν οἶμαι *: δ’ οἶμαι ἂν πρὸς τοῦτον αὐτὸν εἴποι εἴποι Duebnerus: εἴπῃ φιλόσοφος ἀνήρ ἀλλʼ οὐ τὸ ποιεῖν, ὦ βέλτιστε, κλαίειν καὶ δακρύειν, τὸ δὲ παύειν λυπουμένους καὶ κλαίοντας σεμνόν ἐστιν. ἐπαινῶν γὰρ ἑαυτὸν ὠφελεῖ τὸν ἀκούοντα καὶ μετατίθησι τὴν κρίσιν. οὕτω καὶ ὁ Ζήνων πρὸς τὸ πλῆθος τῶν Θεοφράστου μαθητῶν ὁ κείνου ʼκείνου p. 78 e: ἐκείνου χορός ἔφη μείζων, οὑμὸς δὲ συμφωνότερος. καὶ ὁ Φωκίων, ἔτι τοῦ Λεωσθένους εὐημεροῦντος, ὑπὸ τῶν ῥητόρων ἐρωτώμενος τί τὴν πόλιν αὐτὸς ἀγαθὸν πεποίηκεν, οὐδέν εἶπεν ἀλλʼ ἢ ὑμᾶς, ἐμοῦ στρατηγοῦντος, ἐπιτάφιον λόγον μὴ εἰπεῖν ἀλλὰ πάντας ἐν τοῖς πατρῴοις μνήμασι θάπτεσθαι τοὺς ἀποθνῄσκοντας. πάνυ δὲ χαριέντως καὶ ὁ Κράτης πρὸς τὸcf. p. 330 f. ταῦτʼ ἔχω, ὅσσʼ ἔφαγον καὶ ἐφύβρισα ἠδὲ μετʼ ἔρωτος τέρφθην· ἀντέγραψε τὸ ταῦτʼ ἔχω, ὅσσʼ ἔμαθον καὶ ἐφρόντισα καὶ μετὰ Μουσῶν σέμνʼ ἐδάην. καλὸς γὰρ ὁ τοιοῦτος ἔπαινος καὶ ὠφέλιμος καὶ διδάσκων τὰ χρήσιμα καὶ τὰ συμφέροντα θαυμάζειν καὶ ἀγαπᾶν ἀντὶ τῶν κενῶν καὶ περιττῶν. διὸ τοῦτο μὲν συγκατατετάχθω τοῖς εἰρημένοις εἰς τὸ πρόβλημα.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme