20
ἀλλὰ μὴν καὶ τὸ περὶ τοὺς ψόγους καὶ τὰς καταιτιάσεις γένος ἐπισφαλές ἐστι καὶ παρέχον ἐκτροπὰς τοῖς περὶ δόξαν νοσοῦσιν. ᾧ μάλιστα περιπίπτουσιν οἱ γέροντες, ὅταν εἰς τὸ νουθετεῖν ἑτέρους καὶ κακίζειν ἔθη φαῦλα καὶ πράξεις ἡμαρτημένας προαχθῶσι, μεγαλύνοντες αὑτοὺς ὡς περὶ ταὐτὰ θαυμασίους δή τινας γενομένους. τούτοις μὲν οὖν, ἂν μὴ μόνον ἔχωσιν ἡλικίαν ἀλλὰ καὶ δόξαν καὶ ἀρετήν, δοτέον· οὐ γὰρ ἀνωφελὲς, ἀλλὰ μέγα ζῆλονscribendum vid. ἀλλ’ ἅμιλλαν καὶ ζῆλον. cf. p. 796 a ἐμποιοῦν ἅμα καὶ φιλοτιμίαν τινὰ τοῖς οὕτω κολαζομένοις. οἱ δʼ ἄλλοι σφόδρα φυλάττεσθαι καὶ δεδιέναι τὴν ἐκτροπὴν ταύτην ὀφείλομεν. ἀνιαροῦ γὰρ ὄντος ἄλλως καὶ μόλις ἀνεκτοῦ τοῦ τῶν πλησίον ἐλέγχου καὶ δεομένου πολλῆς εὐλαβείας, ὁ μιγνύων ἔπαινον ἴδιον ἀλλοτρίῳ ψόγῳ καὶ διʼ ἀδοξίας ἑτέρου δόξαν αὑτῷ θηρώμενος,ʼ ἐπαχθὴς παντάπασι καὶ φορτικὸς ἐστιν, ὡς ἐνευδοκιμεῖν ἀσχημονοῦσιν ἄλλοις βουλόμενος.
21
ἔτι τοίνυν τοῖς μὲν πρὸς τοὺς γέλωτας εὐκαταφόροις φύσει καὶ προχείροις μάλιστα φεύγειν προσήκει καὶ φυλάττεσθαι τοὺς γαργαλισμοὺς καὶ τὰς ψηλαφήσεις, ἐν αἷς τὰ λειότατα τοῦ σώματος ὀλισθάνοντα καὶ συρρέοντα κινεῖ καὶ συνεξορμᾷ τὸ πάθος· ὅσοι δὲ πρὸς δόξαν ἐμπαθέστερον ἐρρυήκασι, τούτοις ἄν τις οὐχ ἥκιστα παραινέσειεν ἀπέχεσθαι τοῦ σφᾶς αὐτοὺς ἐπαινεῖν, ὅταν ὑπʼ ἄλλων ἐπαινῶνται. δεῖ γὰρ ἐρυθριᾶν ἐπαινούμενον οὐκ ἀπερυθριᾶν, καὶ καταστέλλειν τοὺς μέγα τι περὶ αὑτῶν λέγοντας, οὐκ ἐλέγχειν ὡς ἐνδεέστερον ἐπαινοῦντας· ὅπερ οἱ πολλοὶ ποιοῦσιν, ὑπομιμνήσκοντες αὐτοὶ καὶ προσεμφοροῦντες ἄλλας τινὰς πράξεις καὶ ἀνδραγαθίας, ἄχρι ἂν τῷ περὶ αὑτῶν καὶ τὸν παρʼ ἑτέρων ἔπαινον διαφθείρωσιν. ἔνιοι μὲν οὖν κολακεύοντες αὐτοὺς ὥσπερ γαργαλίζουσι καὶ φυσῶσιν· ἔνιοι δὲ κακοήθως οἷόν τι δέλεαρ μικρὸν εὐλογίας ὑποβάλλοντες ἐκκαλοῦνται τὴν περιαυτολογίαν· οἱ δὲ προσπυνθάνονται καὶ διερωτῶσιν, ὡς παρὰ τῷ Μενάνδρῳ τὸν στρατιώτην, ἵνα γελάσωσι, πρὸς τεῖχος ἀναβαίνων. ἐγὼ μὲν δεικνύω ἐσπουδακώς, οἱ δὲ πάλιν ἐπεμυκτήρισαν.