22
ἐν ἅπασιν οὖν τούτοις εὐλαβητέον ὡς ἔνι μάλιστα, μήτε συνεκπίπτοντα τοῖς ἐπαίνοις μήτε ταῖς ἐρωτήσεσιν ἑαυτὸν προϊέμενον. ἐντελεστάτη δὲ τούτων εὐλάβεια καὶ φυλακὴ τὸ προσέχειν ἑτέροις ἑαυτοὺς ἐπαινοῦσι καὶ μνημονεύειν, ὡς ἀηδὲς τὸ πρᾶγμα καὶ λυπηρὸν ἅπασι, καὶ λόγος ἄλλος οὐδεὶς οὕτως ἐπαχθὴς οὐδὲ βαρύς, οὐδὲ γὰρ ἔχοντες εἰπεῖν ὅτι πάσχομεν ἄλλο κακὸν ὑπὸ τῶν αὑτοὺς ἐπαινούντων, ὥσπερ φύσει βαρυνόμενοι τὸ πρᾶγμα καὶ φεύγοντες ἀπαλλαγῆναι καὶ ἀναπνεῦσαι σπεύδομεν ὅπου καὶ κόλακι καὶ παρασίτῳ καὶ δεομένῳ δύσοιστον ἐν χρείᾳ καὶ δυσκαρτέρητον ἑαυτὸν ἐγκωμιάζων πλούσιός τις ἢ σατράπης ἢ βασιλεύς· καὶ συμβολὰς ταύτας ἀποτίνειν μεγίστας λέγουσιν, ὡς ὁ παρὰ Μενάνδρῳ Μενάνδρῳ] id. ib. σφάττει με, λεπτὸς γίνομʼ εὐωχούμενος, τὰ σκώμμαθʼ οἷα σκώμμαθ’ οἶα] σκωμμάτια Meinekius τὰ σοφὰ καὶ στρατηγικά, οἷος δʼ ἀλαζών ἐστιν ἁλιτήριος. ἁλιτ́ριος Duebnerus: ἀλιτήριος ταῦτα γὰρ οὐ πρὸς στρατιώτας μόνον οὐδὲ νεοπλούτους εὐπάρυφα καὶ σοβαρὰ διηγήματα περαίνοντας, ἀλλὰ καὶ πρὸς σοφιστὰς καὶ φιλοσόφους καὶ στρατηγοὺς ὀγκουμένους ἐφʼ ἑαυτοῖς καὶ μεγαληγοροῦντας, εἰωθότες πάσχειν πάσχειν W: φάσκειν καὶ λέγειν, ἂν μνημονεύωμεν, ὅτι τοῖς ἰδίοις ἐπαίνοις ἀλλότριος ἕπεται ψόγος ἀεὶ καὶ γίγνεται τέλος ἀδοξία τῆς κενοδοξίας ταύτης, καὶ τὸ λυπεῖν τοὺς ἀκούοντας, ὡς ὁ Δημοσθένης φησί, περίεστιν οὐ τὸ δοκεῖν εἶναι τοιούτους, ἀφεξόμεθα τοῦ λέγειν περὶ αὑτῶν, ἂν μή τινα μεγάλα μέλλωμεν ὠφελεῖν ἑαυτοὺς ἢ τοὺς ἀκούοντας.