Thesauros Literature biography Περὶ τοῦ ἑαυτὸν ἐπαινεῖν ἀνεπιφθόνως

Περὶ τοῦ ἑαυτὸν ἐπαινεῖν ἀνεπιφθόνως

Περὶ τοῦ ἑαυτὸν ἐπαινεῖν ἀνεπιφθόνως Plutarch
3 ἔστιν οὖν κενὸς ἔπαινος ὁ τῶν ἑαυτοὺς ἐπαινεῖν, ὅπως ἐπαινεθῶσι, δοκούντων καὶ καταφρονεῖται μάλιστα, φιλοτιμίας ἕνεκα γίγνεσθαι καὶ δόξης ἀκαίρου φαινόμενος. ὡς γὰρ οἱ τροφῆς ἀποροῦντες ἐξ αὐτοῦ τοῦ σώματος ἀναγκάζονται παρὰ φύσιν τρέφεσθαι, καὶ τοῦτο τοῦ λιμοῦ τέλος ἐστίν· οὕτως οἱ πεινῶντες ἐπαίνων, ἂν μὴ τυγχάνωσιν ἑτέρων ἐπαινούντων, αὐτοὶ τῇ φιλοδοξίᾳ παρʼ αὑτῶν ἐπαρκεῖν τι βούλεσθαι καὶ συνεισφέρειν δοκοῦντες, ἀσχημονοῦσιν. ὅταν δὲ μηδʼ ἁπλῶς καὶ καθʼ ἑαυτοὺς ἐπαινεῖσθαι ζητῶσιν, ἀλλʼ ἁμιλλώμενοι πρὸς ἀλλοτρίους ἐπαίνους ἔργα καὶ πράξεις ἀντιπαραβάλλωσιν αὑτῶν ὡς ἀμαυρώσοντες ἑτέρους, πρὸς τῷ κενῷ βάσκανον πρᾶγμα καὶ κακόηθες ποιοῦσι. τὸν μὲν γὰρ ἐν ἀλλοτρίῳ χορῷ πόδα τιθέντα, περίεργον ἡ παροιμία καὶ γελοῖον ἀποδείκνυσι τὴν δʼ ἐν ἀλλοτρίοις ἐπαίνοις εἰς μέσον ὑπὸ φθόνου καὶ ζηλοτυπίας ἐξωθουμένην περιαυτολογίαν εὖ μάλα δεῖ φυλάττεσθαι, καὶ μηδʼ ἑτέρων ἐπαινούντων αὑτὸν ὑπομένειν, ἀλλὰ παραχωρεῖν τοῖς τιμωμένοις, ἀξίοις οὖσιν ἂν δʼ ἀνάξιοι καὶ φαῦλοι δόξωσιν εἶναι, μὴ τοῖς ἰδίοις ἐπαίνοις ἀφαιρώμεθα τοὺς ἐκείνων, ἀλλʼ ἄντικρυς ἐλέγχοντες; καὶ δεικνύντες οὐ προσηκόντως εὐδοκιμοῦντας. ταῦτα μὲν οὖν δῆλον ὅτι φυλακτέον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme