Thesauros Literature biography Περὶ τοῦ ἑαυτὸν ἐπαινεῖν ἀνεπιφθόνως

Περὶ τοῦ ἑαυτὸν ἐπαινεῖν ἀνεπιφθόνως

Περὶ τοῦ ἑαυτὸν ἐπαινεῖν ἀνεπιφθόνως Plutarch
6 ἔτι τοίνυν οὐχ ἧττον ἀλλὰ καὶ μᾶλλον ἀδικουμένῳ τῷ πολιτικῷ δέδοται τὸ λέγειν τι περὶ αὑτοῦ πρὸς τοὺς ἀγνωμονοῦντας· ὥσπερ ὁ Ἀχιλλεὺς ἄλλως μὲν ὑφίετο τῷ θείῳ τῆς δόξης καὶ μέτριος ἦν λέγων αἴ κέ ποθι ΖεὺςHom. A 128 δῷσι πόλιν Τροίην εὐτείχεον ἐξαλαπάξαι ὑβρισθεὶς; δὲ παρʼ ἀξίαν καὶ προπηλακισθεὶς ἐφίησι τὴν μεγαλαυχίαν τῇ ὀργῇ· δώδεκα γὰρ γὰρ] δὴ idem I 328 σὺν νηυσὶ πόλεις ἀλάπαξʼ ἀνθρώπων; καί οὐ γὰρ ἐμῆς κόρυθος λεύσσουσι μέτωπονid. Π 70 ἐγγύθι λαμπομένης. δέχεται γὰρ ἡ παρρησία, μέρος οὖσα τῆς δικαιολογίας, τὴν μεγαληγορίαν. ἀμέλει δὲ καὶ Θεμιστοκλῆς οὐδὲν ἐπὶ τῶν πράξεων εἰπὼν οὐδὲ ποιήσας ἐπαχθές, ὁπηνίκα τοὺς Ἀθηναίους ἑώρα μεστοὺς ὄντας αὐτοῦ καὶ περιορῶντας, οὐκ ἐφείδετο λέγειν τί, ὦ μακάριοι, κοπιᾶτε, πολλάκις ὑπὸ τῶν αὐτῶν εὖ πάσχοντες; καὶ ἔτι ἔτι R: ὅτι χειμαζόμενοι μὲν ὥσπερ ὑπὸ δένδρον ὑποφεύγετε, γενομένης δʼ εὐδίας τίλλετε παρεξιόντες.
7 οὗτοι μὲν οὖν ἄλλως ἀδικούμενοι τῶν κατωρθωμένων κατωρθωμένων *: κατορθωμένων ἐμέμνηντο πρὸς τοὺς ἀγνωμονοῦντας. ὁ δʼ ἐπʼ αὐτοῖς ψεγόμενος οἷς κατώρθωκε παντάπασι συγγνωστός ἐστι καὶ ἄμεμπτος, ἐγκωμιάζων τὰ πεπραγμένα· δοκεῖ γὰρ οὐκ ὀνειδίζειν ἀλλʼ ἀπολογεῖσθαι. τοῦτο γοῦν λαμπρὰν τῷ Δημοσθένει παρρησίαν ἐδίδου καὶ τὸν κόρον ἀφῄρει τῶν ἐπαίνων, οἷς παρὰ πάντα τὸν λόγον ὁμοῦ τι τὸν ὑπὲρ τοῦ στεφάνου κέχρηται, σεμνυνόμενος οἷς ἐνεκαλεῖτο περὶ τοῦ πολέμου πρεσβεύμασι καὶ ψηφίσμασιν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme