Thesauros Literature biography Περὶ τοῦ ἑαυτὸν ἐπαινεῖν ἀνεπιφθόνως

Περὶ τοῦ ἑαυτὸν ἐπαινεῖν ἀνεπιφθόνως

Περὶ τοῦ ἑαυτὸν ἐπαινεῖν ἀνεπιφθόνως Plutarch
1 τὸ περὶ ἑαυτοῦ λέγειν ὡς τι ὄντος ἢ δυναμένου πρὸς ἑτέρους, ὦ Ἥρκλανε, λόγῳ μὲν ἐπαχθὲς ἀποφαίνουσι πάντες καὶ ἀνελεύθερον, ἔργῳ δʼ οὐ πολλοὶ τὴν ἀηδίαν αὐτοῦ διαπεφεύγασιν οὐδὲ τῶν ψεγόντων. ὁ γοῦν Εὐριπίδης Εὐριπίδης] Nauck. p. 675 εἰπών εἰ δʼ ἦσαν ἀνθρώποισιν ὠνητοὶ λόγοι, οὐδεὶς ἂν αὑτὸν εὖ λέγειν ἐβούλετο· νῦν δʼ, ἐκ βαθείας γὰρ πάρεστιν αἰθέρος λαβεῖν ἀμισθί, ἀμισθὶ] ἀμοχθεὶ Philodemus πᾶς τις ἥδεται λέγων τὰ τʼ ὄντα καὶ μή· ζημίαν γὰρ οὐκ ἔχει φορτικωτάτῃ κέχρηται μεγαλαυχίᾳ συγκαταπλέκων τοῖς τραγῳδουμένοις πάθεσι καὶ πράγμασι μηδὲν προσήκοντα τὸν περὶ αὑτοῦ λόγον. ὁμοίως ὁ Πίνδαρος Πίνδαρος] Olymp. 9, 38 φήσας καὶ τὸ καυχᾶσθαι παρὰ καιρὸν μανίαισιν ὑποκρέκει μαίαισιν ὑποκρέκει Pindarus: μανίαις ὑποκρέκειν οὐ παύεται μεγαληγορῶν περὶ τῆς ἑαυτοῦ δυνάμεως ἀξίας μὲν ἐγκωμίων οὔσης· τίς γὰρ οὔ φησιν; ἀλλὰ καὶ τοὺς στεφανουμένους ἐν τοῖς ἀγῶσιν ἕτεροι νικῶντας ἀναγορεύουσι, τὴν ἀηδίαν τῆς περιαυτολογίας ἀφαιροῦντες. καὶ Τιμόθεον Τιμόθεον] Bergk. 3 p. 623 ἐπὶ τῇ κατὰ Φρύνιδος νίκῃ γράφοντα μακάριος ἦσθα, Τιμόθεε, κᾶρυξ κᾶρυξ ὅτʼ idem: ὅτε κᾶρυξ ὅτʼ εἶπεν νικᾷ Τιμόθεος Μιλήσιος Μιλήσιος idem: ὁ Μιλήσιος τὸν Κάμωνος Κάμωνος idem (ex Polluce 4, 66): κάρωνος aut κάρβωνος τὸν ἰωνοκάμπταν ἰωνοκάμπταν] φωνοκάμπταν? εἰκότως δυσχεραίνομεν ὡς ἀμούσως καὶ παρανόμως; ἀνακηρύττοντα τὴν ἑαυτοῦ νίκην. αὐτῷ μὲν γὰρ ὁ παρʼ ἄλλων ἔπαινος ἥδιστον ἀκουσμάτων ἐστίν, ὥσπερ ὁ Ξενοφῶν Ξενοφῶν] Comment. 2, 1, 31 εἴρηκεν· ἑτέροις δʼ ὁ περὶ αὑτοῦ λυπηρότατον. πρῶτον μὲν γὰρ ἀναισχύντους ἡγούμεθα τοὺς ἑαυτοὺς ἐπαινοῦντας, αἰδεῖσθαι προσῆκον αὐτοῖς κἂν ὑπʼ ἄλλων ἐπαινῶνται δεύτερον δʼ ἀδίκους, ἃ λαμβάνειν ἔδει παρʼ ἑτέρων αὑτοῖς διδόντας· τρίτον ἢ σιωπῶντες ἄχθεσθαι καὶ φθονεῖν δοκοῦμεν, ἢ τοῦτο δεδοικότες ἀναγκαζόμεθα συνεφάπτεσθαι παρὰ γνώμην τῶν ἐπαίνων καὶ συνεπιμαρτυρεῖν, πρᾶγμα κολακείᾳ μᾶλλον ἀνελευθέρῳ προσῆκον ἢ τιμῇ, τὸ ἐπαινεῖν παρόντας ὑπομένοντες.
1 / 18 Next →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme