Thesauros Literature biography Περὶ τῶν ὑπὸ τοῦ θείου βραδέως τιμωρουμένων

Περὶ τῶν ὑπὸ τοῦ θείου βραδέως τιμωρουμένων

Περὶ τῶν ὑπὸ τοῦ θείου βραδέως τιμωρουμένων Plutarch
14 καὶ ταῦτα μέν ἔφην ὥσπερ ἀντιφράγματά σοι κείσθω πρὸς τοὺς ἄγαν πικροὺς καὶ κατηγορικοὺς ἐκείνους. ἀναλαβόντες δʼ αὖθις ὥσπερ ἀρχὴν κλωστῆρος ἐν σκοτεινῷ καὶ πολλοὺς ἑλιγμοὺς καὶ πλάνας ἔχοντι τῷ περὶ τοῦ θεοῦ λόγῳ, καθοδηγῶμεν αὑτοὺς μετʼ εὐλαβείας ἀτρέμα πρὸς τὸ εἰκὸς καὶ πιθανόν, ὡς τό γε σαφὲς καὶ τὴν ἀλήθειαν οὐδʼ ἐν οἷς αὐτοὶ πράττομεν ἀσφαλῶς εἰπεῖν ἔχομεν· οἷον, διὰ τί τῶν ὑπὸ φθίσεως ἢ ὑδέρου διαφθαρέντων τοὺς παῖδας εἰς ὕδωρ τὼ πόδε βρέχοντας καθίζεσθαι κελεύομεν, ἕως ἂν ὁ νεκρὸς κατακαῇ; δοκεῖ γὰρ οὕτω τὸ νόσημα μὴ μεθίστασθαι μηδὲ προσπελάζειν αὐτοῖς. ἢ πάλιν, διʼ ἣν αἰτίαν, αἰγὸς τὸν ἠρυγγίτην τὸ ἠρύγγιον p. 700 d. 776 f λαβούσης εἰς τὸ στόμα, ὅλον ἐφίσταται τὸ αἰπόλιον, ἄχρι ἂν ἐξέλῃ προσελθὼν ὁ αἰπόλος; ἄλλαι τε δυνάμεις ἁφὰς; ἔχουσαι καὶ διαδόσεις ἀπίστους ἀπίστοις X ὀξύτησι καὶ μήκεσι διʼ ἑτέρων εἰς ἕτερα περαίνουσιν. ἀλλʼ ἡμεῖς τὰ κατὰ τοὺς χρόνους διαλείμματα θαυμάζομεν οὐ τὰ κατὰ τοὺς τόπους. καίτοι θαυμασιώτερον καίτοι τί θαυμασιώτερον R εἰ, πάθους ἐν Αἰθιοπίᾳ λαβόντος ἀρχήν, ἀνεπλήσθησαν αἱ Ἀθῆναι καὶ Περικλῆς ἀπέθανε καὶ Θουκυδίδης ἐνόσησεν, ἢ εἰ, Δελφῶν καὶ Συβαριτῶν γενομένων πονηρῶν, ἡ δίκη φερομένη περιῆλθεν εἰς τοὺς παῖδας. ἔχουσι γάρ τινας αἱ δυνάμεις ἀναφορὰς ἀπὸ τῶν ἐσχάτων ἐπὶ τὰ πρῶτα καὶ συνάψεις· ὧν ἡ αἰτία, κἂν ὑφʼ ἡμῶν ἀγνοῆται, σιωπῇ περαίνει τὸ οἰκεῖον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme