Thesauros Literature biography Περὶ τῶν ὑπὸ τοῦ θείου βραδέως τιμωρουμένων

Περὶ τῶν ὑπὸ τοῦ θείου βραδέως τιμωρουμένων

Περὶ τῶν ὑπὸ τοῦ θείου βραδέως τιμωρουμένων Plutarch
16 εἰ δʼ ἐστὶ πόλις ἓν πρᾶγμα καὶ συνεχές, ἔστι ἔστι R: ἔστι τι δήπου καὶ γένος ἐξηρτημένον ἀρχῆς μιᾶς καὶ δύναμίν καὶ ἐς δύναμιν R τινα καὶ κοινωνίαν διαπεφυκυῖαν ἀναφερούσης καὶ τὸ γεννηθὲν οὐχ ὥς τι δημιούργημα πεποιημένον ἀπήλλακται τοῦ γεννήσαντος· ἐξ αὐτοῦ γὰρ οὐχ ὑπʼ αὐτοῦ γέγονεν· ὥστʼ ἔχει τι καὶ φέρεται τῶν ἐκείνου μέρος ἐν ἑαυτῷ καὶ κολαζόμενον προσηκόντως καὶ τιμώμενον. εἰ δὲ μὴ δόξαιμι παίζειν, ἐγὼ φαίην ἂν ἀνδριάντα Κασάνδρου καταχαλκευόμενον καταχαλκευόμενον] χαλκοῦν καταχωνευόμενον R ὑπʼ Ἀθηναίων πάσχειν ἀδικώτερα καὶ τὸ Διονυσίου σῶμα μετὰ τὴν τελευτὴν ἐξοριζόμενον ὑπὸ Συρακοσίων Συρακοσίων *: συρακουσίων ἢ τοὺς ἐκγόνους αὐτῶν δίκην τίνοντας. τῷ μὲν γὰρ ἀνδριάντι τῆς Κασάνδρου φύσεως οὐθὲν ἔνεστι ἔνεστι R: ἐστι , καὶ τὸν νεκρὸν ἡ Διονυσίου ψυχὴ προλέλοιπε· Νυσαίῳ δὲ καὶ Ἀπολλοκράτει καὶ Ἀντιπάτρῳ καὶ Φιλίππῳ καὶ τοῖς ἄλλοις ὁμοίως παισὶ τῶν πονηρῶν τὸ κυριώτατον ἐμπέφυκε καὶ πάρεστι μέρος, οὐχ ἡσυχαῖον οὐδʼ ἀργόν, ἀλλὰ ζῶσιν αὐτῷ καὶ τρέφονται καὶ διοικοῦνται καὶ φρονοῦσι. καὶ οὐθὲν δεινὸν οὐδʼ ἄτοπον, ἂν ἐκείνων ὄντες ἔχωσι τὰ ἐκείνων· καθόλου δʼ εἰπεῖν, ὥσπερ ἐν ἰατρικῇ τὸ χρήσιμον καὶ δίκαιόν ἐστι, καὶ γελοῖος ὁ φάσκων ἄδικον εἶναι τῶν ἰσχίον πονούντων κάειν τὸν ἀντίχειρα, καὶ τοῦ ἥπατος ὑπούλου γεγονότος ἀμύσσειν τὸ ἐπιγάστριον, καὶ τῶν βοῶν, ἂν εἰς τὰς χηλὰς μαλακιῶσιmalim μαλκίωσι , προσαλείφειν τὰ ἄκρα τῶν κεράτων· οὕτως ὁ περὶ τὰς κολάσεις ἄλλο τι δίκαιον ἢ τὸ θεραπεῦον θεραπεῦον R: θεραπεύειν τὴν κακίαν ἡγούμενος, καὶ ἀγανακτῶν ἐάν τις διʼ ἑτέρων ἐφʼ ἑτέρους ἀναφέρῃ τὴν ἰατρείαν, ὥσπερ οἱ τὴν φλέβα διαιροῦντες ἵνα τὴν ὀφθαλμίαν κουφίσωσιν, οὐδὲν ἔοικε περαιτέρω τῆς αἰσθήσεως ἐφορᾶν οὐδὲ μνημονεύειν μνημονεύειν R: μνημονεύει , ὅτι καὶ διδάσκαλος παίδων ἑνὸς καθικόμενος ἑτέρους ἐνουθέτησε, καὶ στρατηγὸς ἐκ δεκάδος ἀνελὼν ἕνα, πάντας ἐνέτρεψε. ἐνέτρεψε idem: ἀνέστρεψε καὶ οὕτως οὐ μέρει διὰ μέρους μέλει διὰ μέλους W ἑτέρου μόνον, ἀλλὰ καὶ ψυχῇ διὰ ψυχῆς γίγνονταί τινες διαθέσεις καὶ κακώσεις καὶ ἐπανορθώσεις μᾶλλον ἢ σώματι διὰ σώματος· ἐκεῖ μὲν γάρ, ὡς ἔοικε, ταὐτὸ ταὐτὸ *: τὸ αὐτὸ δεῖ πάθος ἐγγίγνεσθαι καὶ τὴν αὐτὴν μεταβολὴν ἐνταῦθα δʼ ἡ ψυχὴ ταῖς φαντασίαις ἀγομένη κατὰ τὸ θαρρεῖν καὶ δεδιέναι χεῖρον ἢ βέλτιον διαγίγνεσθαι πέφυκεν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme