Thesauros Literature biography Περὶ τῶν ὑπὸ τοῦ θείου βραδέως τιμωρουμένων

Περὶ τῶν ὑπὸ τοῦ θείου βραδέως τιμωρουμένων

Περὶ τῶν ὑπὸ τοῦ θείου βραδέως τιμωρουμένων Plutarch
18 εἷς οὖν ἐστιν ἔφην λόγος ὁ τοῦ θεοῦ τὴν πρόνοιαν ἅμα καὶ τὴν διαμονὴν τῆς ἀνθρωπίνης ψυχῆς βεβαιῶν, καὶ θάτερον οὐκ ἔστιν ἀπολιπεῖν ἀναιροῦντα θάτερον. οὔσῃ δὲ τῇ ψυχῇ μετὰ τὴν τελευτὴν μᾶλλον εἰκός ἐστι καὶ τιμὰς ἀποδίδοσθαι καὶ τιμωρίας· · ἀγωνίζεται γὰρ ὥσπερ ἀθλητὴς κατὰ τὸν βίον· ὅταν δὲ διαγωνίσηται, τότε τυγχάνει τῶν προσηκόντων. ἀλλʼ ἃς μὲν ἐκεῖ καθʼ ἑαυτὴν οὖσα κομίζεται τῶν προβεβιωμένων χάριτας ἤ τινας ἢ τιμὰς (malim ἢ τιμάς τινας) καὶ κολάσεις W κολάσεις, οὐδέν εἰσι πρὸς ἡμᾶς τοὺς ζῶντας, ἀλλʼ ἀπιστοῦνται καὶ λανθάνουσιν αἱ δὲ διὰ τῶν παίδων ἰοῦσαι καὶ διὰ γένους, ἐμφανεῖς τοῖς δεῦρο γενόμεναι, πολλοὺς ἀποτρέπουσι καὶ συστέλλουσι τῶν πονηρῶν. ὅτι δʼ οὐκ ἔστιν αἰσχίων καὶ λυποῦσα μᾶλλον ἑτέρα κόλασις ἢ τοὺς ἐξ ἑαυτῶν κακὰ πάσχοντας διʼ αὑτοὺς ὁρᾶν, καὶ ὅτι ψυχὴν ἀνδρὸς; ἀσεβοῦς καὶ παρανόμου μετὰ θάνατον ἐφορῶσαν οὐκ ἀνδριάντας οὐδὲ τιμάς τινας, ἀνατρεπομένας ἀλλὰ παῖδας ἢ φίλους ἢ γένος οἰκεῖον ἢ οἰκείους R αὑτῆς ἀτυχήμασι χρωμένους μεγάλοις διʼ αὑτὴν καὶ δίκην τίνοντας, οὐδεὶς ἂν ἀναπείσειεν ἀναπείσειεν Emperius: ἀγαπήσειεν αὖθις ἐπὶ ταῖς τοῦ Διὸς τιμαῖς ἄδικον γενέσθαι καὶ ἀκόλαστον, ἔχω μέν τινα καὶ· λόγον εἰπεῖν ἔναγχος ἀκηκοώς, ὀκνῶ δὲ μὴ φανῇ μῦθος ὑμῖν· μόνῳmalim μόνον οὖν χρῶμαι τῷ εἰκότι. μηδαμῶς εἶπεν ὁ Ὀλύμπιχος ἀλλὰ δίελθε κἀκεῖνον τὰ δʼ αὐτὰ καὶ τῶν ἄλλων δεομένων, ἐάσατʼ εἶπον ἀποδοῦναί με τῷ λόγῳ τὸ εἰκός· ὕστερον δὲ τὸν μῦθον, ἐὰν δόξῃ, κινήσομεν, εἴ γε δὴ μῦθός ἐστιν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme