2
καὶ ὁ Πατροκλέας ἡ περὶ τὰς τιμωρίας εἶπε τῶν πονηρῶν βραδυτὴς τοῦ δαιμονίου καὶ μέλλησις ἐμοὶ δοκεῖ μάλιστα δεινὸν εἶναι· καὶ νῦν ὑπὸ τῶν λόγων τούτων ὥσπερ πρόσφατος γέγονα τῇ δόξῃ καὶ καινός, ἔκπαλαι δʼ ἠγανάκτουν ἀκούων Εὐριπίδου λέγοντος μέλλει, τὸ θεῖον δʼ ἐστὶ τοιοῦτον φύσει. Eurip. Or. 420 καίτοι πρὸς οὐδὲν ἥκιστα δὲ πρέπει πρὸς τοὺς πονηροὺς ῥᾴθυμον εἶναι τὸν θεόν, οὐ ῥᾳθύμους ὂντας αὐτοὺς οὐδʼ ἀμβολιεργοὺς τοῦ κακῶς ποιεῖν, ἀλλʼ ὀξυτάταις ὁρμαῖς ὑπὸ τῶν παθῶν φερομένους πρὸς τὰς ἀδικίας. καὶ μὴν τὸ ἀμύνασθαι παθεῖν ὡς Θουκυδίδης Θουκυδίδης] 3, 38 φησὶν ὅτι ἐγγυτάτω κείμενον εὐθὺς ἀντιφράττει τὴν ὁδὸν τοῖς ἐπὶ πλεῖστον εὐροούσῃ τῇ κακίᾳ χρωμένοις. οὐθὲν γὰρ οὕτω χρέος ὡς τὸ τῆς δίκης ὑπερήμερον γιγνόμενον ἀσθενῆ μὲν ταῖς ἐλπίσι ποιεῖ καὶ ταπεινὸν τὸν ἀδικούμενον, αὔξει δὲ θρασύτητι καὶ τόλμῃ τὸν μοχθηρόν· αἱ δʼ ὑπὸ χεῖρα τοῖς τολμωμένοις ἀπαντῶσαι τιμωρίαι καὶ τῶν μελλόντων εἰσὶν ἐπισχέσεις ἀδικημάτων, καὶ μάλιστα τὸ παρηγοροῦν τοὺς πεπονθότας ἔνεστιν αὐταῖς. ὡς ἔμοιγε καὶ τὸ τοῦ Βίαντος ἐνοχλεῖ πολλάκις ἀναλαμβάνοντι τὸν λόγον· ἔφη γάρ, ὡς ἔοικε, πρός τινα πονηρόν, ὡς οὐ δέδιε μὴ οὐ δῷ δίκην, ἀλλὰ μὴ οὐκ αὐτὸς ἐπίδῃ. τί γὰρ Μεσσηνίοις ὄφελος τοῖς προαναιρεθεῖσι τῆς Ἀριστοκράτους τιμωρίας, ὃς προδοὺς τὴν ἐπὶ Τάφρῳ Τάφρῳ M: κύπρῳ μάχην καὶ λαθὼν ὑπὲρ εἴκοσιν ἔτη καὶ πάντα ταῦτα βασιλεύσας Ἀρκάδων, ὕστερον ἔδωκε δίκην φωραθείς· οἱ δʼ οὐκέτʼ ἦσαν; ἢ τίνʼ Ὀρχομενίων τοῖς ἀποβαλοῦσι παῖδας καὶ φίλους καὶ οἰκείους ὑπὸ Λυκίσκου προδοθέντας ἤνεγκε παραμυθίαν ἡ χρόνοις ὕστερον πολλοῖς ἁψαμένη νόσος καὶ κατανεμηθεῖσα τοῦ σώματος ὅσον ἀεὶ βάπτων καὶ βρέχων εἰς τὸν ποταμὸν ὤμοσε καὶ κατηράσατο σαπῆναι, προδόντος αὐτοῦ καὶ ἀδικήσαντος; τὰς μὲν γὰρ Ἀθήνησι τῶν ἐναγῶν σωμάτων ῥίψεις καὶ νεκρῶν ἐξορισμοὺς οὐδὲ παίδων παισὶν ἐπιδεῖν ὑπῆρξε τῶν ἀποσφαγέντων ἐκείνων. ὅθεν Εὐριπίδης ἄτοπος, εἰς ἀποτροπὴν κακίας τούτοις χρώμενος, οὔτοι προσελθοῦσʼ ἡ Δίκη σε, μὴ τρέσῃς,Nauck. p. 676 παίσει πρὸς ἧπαρ οὐδὲ τῶν ἄλλων βροτῶν τὸν ἄδικον, ἀλλὰ σῖγα σῖγα M: σιγα καὶ βραδεῖ ποδὶ στείχουσα μάρψει τοὺς κακούς, ὅταν τύχῃ. οὐ γὰρ ἄλλα δήπου, ταῦτα δʼ αὐτὰ τοὺς κακοὺς εἰκός ἐστιν ἑαυτοῖς διακελευομένους καὶ παρεγγυῶντας ἐπιχαίρειν τοῖς παρανομήμασιν, ὡς τῆς ἀδικίας τὸν μὲν καρπὸν εὐθὺς ὡραῖον καὶ προῦπτον ἀποδιδούσης, τὴν δὲ τιμωρίαν ὀψὲ καὶ πολὺ τῆς ἀπολαύσεως καθυστεροῦσαν.