Thesauros Literature biography Περὶ τῶν ὑπὸ τοῦ θείου βραδέως τιμωρουμένων

Περὶ τῶν ὑπὸ τοῦ θείου βραδέως τιμωρουμένων

Περὶ τῶν ὑπὸ τοῦ θείου βραδέως τιμωρουμένων Plutarch
21 ἡμεῖς δʼ ἀρτίως μὲν ἠγανακτοῦμεν ὡς ὀψὲ καὶ βραδέως τῶν πονηρῶν δίκην διδόντων· νῦν δʼ ὅτι καὶ πρὶν ἀδικεῖν ἐνίους τὴν ἕξιν αὐτῶν κολούει καὶ τὴν διάθεσιν, ἐγκαλοῦμεν, ἀγνοοῦντες ὅτι τοῦ γενομένου πολλάκις τὸ μέλλον καὶ τὸ λανθάνον τοῦ προδήλου χεῖρόν ἐστι καὶ φοβερώτερον, οὐ δυνάμενοι δὲ συλλογίζεσθαι τὰς αἰτίας, διʼ ἃς ἐνίους μὲν καὶ ἀδικήσαντας ἐᾶν βέλτιόν ἐστιν ἐνίους δὲ καὶ· διανοουμένους προκαταλαμβάνειν· ὥσπερ ἀμέλει καὶ φάρμακα ἐνίοις μὲν οὐχ ἁρμόζει νοσοῦσιν, ἐνίοις δὲ λυσιτελεῖ καὶ μὴ νοσοῦσιν ἐπισφαλέστερον ἐκείνων ἔχουσιν. ὅθεν οὐδὲ πάντα τὰ τῶν τεκόντων τὰ τῶν τεκόντων κἑ] Nauck. p. 676 qui versus effecit σφάλματʼ εἰς τοὺς ἐκγόνους οἱ θεοὶ τρέπουσιν ἀλλʼ ἐὰν μὲν ἐκ φαύλου γένηται χρηστός, ὥσπερ εὐεκτικὸς ἐκ νοσώδους, ἀφεῖται τῆς τοῦ γένους ποινῆς, οἷον ἐκποίητος ἐκποίητος M: ἐκ ποιότητος τῆς κακίας γενόμενος. νέῳ δʼ εἰς ὁμοιότητα μοχθηροῦ γένους ἀναφερομένῳ προσήκει δήπουθεν ὡς χρέα κληρονομίας διαδέχεσθαι τῆς πονηρίας τὴν κόλασιν. οὐ γὰρ Ἀντίγονός γε διὰ Δημήτριον οὐδὲ τῶν ποθʼ ἡρώων ποθ’ ἡρώων *: πονηρῶν Φυλεὺς διʼ Αὐγέαν οὐδὲ Νέστωρ διὰ Νηλέα δίκας ἔδωκεν· ἐκ κακῶν μὲν γὰρ ἀγαθοὶ δʼ ἦσαν· ἀλλʼ ὅσων ἡ φύσις ἔστερξε καὶ προσήκατο τὸ συγγενές, τούτων ἡ δίκη διώκουσα τὴν ὁμοιότητα τῆς κακίας ἐπεξῆλθεν. ἐπεξῆλθεν R: διεξῆλθεν ὡς γὰρ ἀκροχορδόνες καὶ μελάσματα καὶ φακοὶ πατέρων ἐν παισὶν ἀφανισθέντες ἀνέκυψαν ὕστερον ἐν υἱωνοῖς καὶ θυγατριδοῖς· καὶ γυνή τις Ἑλληνὶς τεκοῦσα βρέφος μέλαν, εἶτα κρινομένη μοιχείας ἐξανεῦρεν αὑτὴν Αἰθίοπος οὖσαν γενεὰν τετάρτην· τῶν δὲ Πύθωνος τοῦ Νισίβεως; παίδων, ὃς ἔναγχος τέθνηκε, λεγομένου τοῖς Σπαρτοῖς προσήκειν, εἷς εἶς Stegmannus ἐξανήνεγκε λόγχης τύπον ἐν τῷ σώματι, διὰ χρόνων τοσούτων ἀνασχούσης καὶ ἀναδύσης ὥσπερ ἐκ βυθοῦ τῆς πρὸς τὸ γένος ὁμοιότητος· οὕτω πολλάκις ἤθη καὶ πάθη ψυχῆς αἱ πρῶται κρύπτουσι γενέσεις καὶ καταδύουσιν ὕστερον δέ ποτε καὶ διʼ ἑτέρων ἐξήνθησε καὶ ἀπέδωκε τὸ οἰκεῖον εἰς κακίαν καὶ ἀρετὴν ἡ φύσις.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme