Thesauros Literature biography Περὶ τῶν ὑπὸ τοῦ θείου βραδέως τιμωρουμένων

Περὶ τῶν ὑπὸ τοῦ θείου βραδέως τιμωρουμένων

Περὶ τῶν ὑπὸ τοῦ θείου βραδέως τιμωρουμένων Plutarch
22 ἐπεὶ δὲ ταῦτʼ εἰπὼν ἐσιώπησα, διαμειδιάσας ὁ Ὀλύμπιχος οὐκ ἐπαινοῦμέν σʼ εἶπεν ὅπως μὴ δόξωμεν ἀφιέναι τὸν μῦθον, ὡς τοῦ λόγου πρὸς ἀπόδειξιν ἱκανῶς ἔχοντος, ἀλλὰ τότε δώσομεν τὴν ἀπόφασιν, ὅταν κἀκεῖνον ἀκούσωμεν οὕτως οὖν ἔφην, ὅτι ὁ Σολεὺς ὁ Σολεὺς M: σολεὺς ὁ Θεσπέσιος, ἀνὴρ ἐκείνου τοῦ γενομένου καθʼ καθʼ Turnebus: μεθʼ ἡμᾶς ἐνταῦθα Πρωτογένους οἰκεῖος καὶ φίλος, ἐν πολλῇ βιώσας ἀκολασίᾳ τὸν πρῶτον χρόνον, εἶτα ταχὺ τὴν οὐσίαν ἀπολέσας, ἤδη χρόνον τινὰ καὶ διὰ τὴν ἀνάγκην ἐγένετο πονηρός, καὶ τὸν πλοῦτον ἐκ μετανοίας διώκων ταὐτὸ τοῖς ἀκολάστοις ἔπασχε πάθος, οἳ τὰς γυναῖκας ἔχοντες μὲν οὐ φυλάττουσι, φυλάττουσι] i. e. servant, tuentur; contrarium est προϊεσθαι προέμενοι δὲ πειρῶσιν αὖθις ἀδίκως ἑτέροις συνούσας. συνούσας Cobetus: συνούσας διαφθείρειν οὐδενὸς οὖν ἀπεχόμενος αἰσχροῦ φέροντος εἰς ἀπόλαυσιν ἢ κέρδος, οὐσίαν μὲν οὐ πολλὴν δόξαν δὲ πονηρίας ἐν ὀλίγῳ πλείστην συνήγαγε. μάλιστα δʼ αὐτὸν διέβαλεν ἀνενεχθεῖσά τις ἐξ Ἀμφιλόχου μαντεία· πέμψας γὰρ ὡς ἔοικεν ἠρώτα τὸν θεόν, εἰ βέλτιον βιώσεται τὸν ἐπίλοιπον βίον· ὁ δʼ ἀνεῖλεν, ὅτι πράξει βέλτιον, ὅταν ἀποθάνῃ. καὶ δὴ τρόπον τινὰ τοῦτο μετʼ οὐ πολὺν χρόνον αὐτῷ συνέπεσε. κατενεχθεὶς γὰρ ἐξ ὕψους τινὸς εἰς τράχηλον, οὐ γενομένου τραύματος ἀλλὰ πληγῆς μόνον ἐξέθανε, καὶ τριταῖος ἤδη περὶ τὰς ταφὰς αὐτὰς ἀνήνεγκε. ταχὺ δὲ ῥωσθεὶς; καὶ παρʼ αὑτῷ γενόμενος, ἄπιστόν τινα τοῦ βίου τὴν μεταβολὴν ἐποίησεν· οὔτε γὰρ δικαιότερον περὶ τὰ συμβόλαια γιγνώσκουσιν ἕτερον Κίλικες ἐν τοῖς τότε χρόνοις γενόμενον, οὔτε πρὸς τὸ θεῖον ὁσιώτερον οὔτε λυπηρότερον ἐχθροῖς ἢ βεβαιότερον φίλοις· ὥστε καὶ ποθεῖν τοὺς ἐντυγχάνοντας αὐτῷ τὴν αἰτίαν ἀκοῦσαι τῆς διαφορᾶς, οὐκ ἀπὸ τοῦ τυχόντος οἰομένους γεγονέναι διακόσμησιν διακόσμησιν Iannotius: τῆς διαφορᾶς διακόσμησιν εἰς ἦθος τοσαύτην, ὅπερ ἦν ἀληθές, ὡς αὐτὸς διηγεῖτο τῷ τε Πρωτογένει καὶ τοῖς ὁμοίως ἐπιεικέσι τῶν φίλων.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme