Thesauros Literature biography Περὶ τῶν ὑπὸ τοῦ θείου βραδέως τιμωρουμένων

Περὶ τῶν ὑπὸ τοῦ θείου βραδέως τιμωρουμένων

Περὶ τῶν ὑπὸ τοῦ θείου βραδέως τιμωρουμένων Plutarch
23 ἐπεὶ γὰρ ἐξέπεσε τὸ φρονοῦν, τοῦ σώματος, οἷον ἄν τις ἐκ πλοίου κυβερνήτης εἰς βυθὸν ἀπορριφεὶς πάθοι τὸ πρῶτον, οὕτως ὑπὸ τῆς μεταβολῆς ἔσχεν· εἶτα μικρὸν ἐξαρθεὶς ἔδοξεν ἀναπνεῖν ὅλος καὶ περιορᾶν πανταχόθεν, ὥσπερ ἑνὸς ὄμματος ἀνοιχθείσης τῆς ψυχῆς. ἑώρα δὲ τῶν πρότερον οὐδὲν ἀλλʼ ἢ τὰ ἄστρα παμμεγέθη καὶ ἀπέχοντα πλῆθος ἀλλήλων ἄπλετον, αὐγήν τε τῇ· χρόᾳ χρόᾳ *: χροιᾷ θαυμαστὴν ἀφιέντα καὶ τόνον ἔχουσαν· ὥστε τὴν ψυχὴν ἐποχουμένην λείως οἷον ὥσπερ οἶον ὥσπερ] pleonasmus posterioribus usitatus. vid. Praefat. p. LX ἐν γαλήνῃ τῷ φωτὶ ῥᾳδίως πάντῃ καὶ ταχὺ διαφέρεσθαι. τὰ δὲ πλεῖστα τῶν θεαμάτων παραλιπὼν ἔφη τὰς ψυχὰς τῶν τελευτώντων κάτωθεν ἀνιούσας πομφόλυγα φλογοειδῆ ποιεῖν ἐξισταμένου τοῦ ἀέρος, εἶτα ῥηγνυμένης ἀτρέμα τῆς πομφόλυγος; ἐκβαίνειν τύπον ἐχούσας ἀνθρωποειδῆ τὸν δʼ ὄγκον εὐσταλεῖς, κινουμένας δʼ οὐχ ὁμοίως, ἀλλὰ τὰς μὲν ἐκπηδᾶν ἐλαφρότητι θαυμαστῇ καὶ διᾴττειν ἐπʼ εὐθείας ἄνω, τὰς δʼ ὥσπερ οἱ ἄτρακτοι περιστρεφομένας ἅμα κύκλῳ· καὶ τοτὲ μὲν κάτω τοτὲ δʼ ἄνω ῥεπούσας μικτήν τινα τινα] fort. τινα φορὰν deleto proximo κίνησιν φέρεσθαι καὶ τεταραγμένην κίνησιν καὶ πολλῷ πάνυ χρόνῳ καὶ μόλις ἀποκαθισταμένην. τὰς μὲν οὖν πολλὰς ἠγνόει τίνες εἰσί· δύο δʼ ἢ τρεῖς ἰδὼν γνωρίμους ἐπειρᾶτο προσμῖξαι καὶ προσειπεῖν· αἱ δʼ οὔτʼ ἤκουον οὔτʼ ἦσαν παρʼ ἑαυταῖς, ἀλλʼ ἔκφρονες καὶ διεπτοημέναι, πᾶσαν ὄψιν ἀποφεύγουσαι καὶ ψαῦσιν, ἐρρέμβοντο πρῶτον αὐταὶ καθʼ ἑαυτάς, εἶτα πολλαῖς ὁμοίως διακειμέναις ἐντυγχάνουσαι καὶ περιπλεκόμεναι φοράς τε πάσας πρὸς οὐδὲν ἀκρίτως ἐφέροντο καὶ φωνὰς ἵεσαν ἀσήμους, οἷον ἀλαλαγμοὺς θρήνῳ καὶ φόβῳ μεμιγμένας. ἄλλαι δʼ ἄνωθεν ἐν ἄκρῳ τοῦ περιέχοντος ὀφθῆναί τε φαιδραὶ καὶ πρὸς ἀλλήλας ὑπʼ εὐμενείας θαμὰ πελάζουσαι τὰς δὲ θορυβώδεις ἐκείνας ἐκτρεπόμεναι, διεσήμαινον ὡς ἔοικε συστολῇ μὲν εἰς ἑαυτὰς τὸ δυσχεραῖνον, ἐκπετάσει ἐκπετάσει] ἐπεκτάσει Turnebus, sed cf. p. 590 c δὲ καὶ διαχύσει τὸ χαῖρον καὶ προσιέμενον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme