24
ἐνταῦθα μίαν ἔφη συγγενοῦς τινος ἰδεῖν, ἰδεῖν Iannotius οὐ μέντοι σαφῶς· ἀποθανεῖν γάρ, ἔτι παιδὸς ὄντος· ἀλλʼ ἐκείνην προσαγαγοῦσαν προσαγαγοῦσαν R: προσανάγουσαν ἐγγὺς εἰπεῖν χαῖρε, Θεσπέσιε. θαυμάσαντος δʼ αὐτοῦ καὶ φήσαντος, ὡς οὐ Θεσπέσιος ἀλλʼ Ἀριδαῖός ἐστι· πρότερόν γε φάναι τὸ δʼ ἀπὸ τοῦδε Θεσπέσιος. οὐδὲ γάρ τοι τέθνηκας, ἀλλὰ μοίρᾳ τινὶ θεῶν ἥκεις δεῦρο τῷ φρονοῦντι· τὴν δʼ ἄλλην ἄλλην] ἄλογον W ψυχὴν ὥσπερ ἀγκύριον ἐν τῷ σώματι καταλέλοιπας· σύμβολον δέ σοι καὶ νῦν καὶ αὖθις ἔστω τὸ τὰς ψυχὰς τῶν τεθνηκότων μήτε σκιὰν ποιεῖν μήτε σκαρδαμύττειν ταῦτʼ ἀκούσας ὁ Θεσπέσιος ἤδη τε μᾶλλον ἑαυτὸν τῷ λογίζεσθαι συνήγαγε, καὶ διαβλέψας εἶδεν ἑαυτῷ μέν τινα συναιωρουμένην ἀμυδρὰν καὶ σκιώδη γραμμήν, ἐκείνους δὲ περιλαμπομένους κύκλῳ καὶ διαφανεῖς ὄντας, ὄντας W: ἐντός οὐ μὴν ὁμοίως ἅπαντας· ἀλλὰ τοὺς μέν, ὥσπερ ἡ καθαρωτάτη πανσέληνος, ἓν χρῶμα λεῖον καὶ συνεχὲς καὶ ὁμαλὲς ἱέντας· ἑτέρων δὲ φολίδας τινὰς διατρεχούσας ἢ μώλωπας ἀραιούς· ἄλλους δὲ κομιδῇ ποικίλους καὶ ἀτόπους τὴν ὄψιν, ὥσπερ οἱ ἔχεις μελάσμασι κατεστιγμένους· ἄλλους δέ τινας ἀμβλείας ἀμυχὰς ἔχοντας.