Thesauros Literature biography Περὶ τῶν ὑπὸ τοῦ θείου βραδέως τιμωρουμένων

Περὶ τῶν ὑπὸ τοῦ θείου βραδέως τιμωρουμένων

Περὶ τῶν ὑπὸ τοῦ θείου βραδέως τιμωρουμένων Plutarch
27 ταῦτα δʼ εἰπὼν ἦγεν αὐτὸν ταχὺ μέν, ἄπλετον δέ τινα τόπον ὡς ἐφαίνετο διεξιόντα ῥᾳδίως καὶ ἀπλανῶς, οἷον ὑπὸ πτερῶν τῶν τοῦ φωτὸς αὐγῶν ἀναφερόμενον· μέχρι οἷον πρὸς τι χάσμα μέγα καὶ κάτω διῆκον ἀφικόμενος ὑπὸ τῆς ὀχούσης ὀχούσης idem: ἐχούσης ἀπελείφθη δυνάμεως· καὶ τὰς ἄλλας; ψυχὰς ἑώρα ταὐτὸ ταὐτὸ idem: τοῦτο πασχούσας ἐκεῖ· συστελλόμεναι γὰρ ὥσπερ αἱ ὄρνιθες καὶ καταφερόμεναι κύκλῳ τὸ χάσμα περιῄεσαν ʽ ἄντικρυς δὲ περᾶν οὐκ ἐτόλμων̓, εἴσω μὲν ὀφθῆναι τοῖς βακχικοῖς ἄντροις ὁμοίως ὕλῃ καὶ χλωρότητι καὶ χλόαις ἀνθέων ἁπάσαις διαπεποικιλμένον· ἐξέπνει δὲ μαλακὴν καὶ πραεῖαν αὔραν ὀσμὰς ἀναφέρουσαν ἡδονῆς τε τε] aut delendum aut transponendum post ὀσμὰς θαυμασίας καὶ κρᾶσιν, οἵαν ὁ οἶνος τοῖς μεθυσκομένοις, ἐμποιοῦσαν εὐωχούμεναι γὰρ αἱ ψυχαὶ ταῖς εὐωδίαις διεχέοντο τε τε] deleverim καὶ πρὸς ἀλλήλας ἐφιλοφρονοῦντο· καὶ τὸν τόπον ἐν κύκλῳ κατεῖχε βακχεία καὶ γέλως καὶ πᾶσα μοῦσα παιζόντων καὶ τερπομένων. ἔλεγε δὲ δὲ] om. codd. mei ταύτῃ τὸν Διόνυσον ἀνελθεῖν εἰς θεοὺς καὶ τὴν Σεμέλην ἀναγαγεῖν ἀναγαγεῖν *: ἀνάγειν ὕστερον· καλεῖσθαι δὲ Λήθης τὸν τόπον. ὅθεν οὐδὲ διατρίβειν βουλόμενον εἴα τὸν Θεσπέσιον, ἀλλʼ ἀφεῖλκε ἀφεῖλκε R: ἀφεῖλε βίᾳ, διδάσκων ἅμα καὶ λέγων ὡς ἐκτήκεται καὶ ἀνυγραίνεται τὸ φρονοῦν ὑπὸ τῆς ἡδονῆς, τὸ δʼ ἄλογον καὶ σωματοειδὲς ἀρδόμενον καὶ σαρκούμενον ναρκούμενον X ἐμποιεῖ τοῦ σώματος μνήμην, ἐκ δὲ τῆς μνήμης ἵμερον καὶ πόθον ἕλκοντα πρὸς γένεσιν, ἣν οὕτως ὠνομάσθαι νεῦσιν ἐπὶ γῆν οὖσαν, ἐπὶ γῆν οὖσαν M: ἐπιτείνουσαν ὑγρότητι βαρυνομένης τῆς ψυχῆς.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme