29
τὸ δʼ Ἀπόλλωνος οὐ κατεῖδες κατεῖδες Cobetus: κάτοιδας εἶπεν οὐδὲ κατιδεῖν ἔσῃ δυνατός ἀνωτέρω γὰρ οὐκ ἐπιδίδωσιν οὐδὲ χαλᾷ τὸ τῆς ψυχῆς ἐπίγειον ἀλλὰ κατατείνει τῷ σώματι προσηρτημένον ἅμα δʼ ἐπειρᾶτο προσάγων ἐπιδεικνύειν αὐτῷ τὸ φῶς ἐκ τοῦ τρίποδος, ὡς ἔλεγε, διὰ τῶν κόλπων τῆς Θέμιδος ἀπερειδόμενον εἰς τὸν Παρνασόν. καὶ προθυμούμενος ἰδεῖν οὐκ εἶδεν ὑπὸ λαμπρότητος, ἀλλʼ ἤκουε παριὼν φωνὴν ὀξεῖαν γυναικὸς ἐν μέτρῳ φράζουσαν ἄλλα τινὰ καὶ χρόνον, ὡς ἔοικε, τῆς ἐκείνου τελευτῆς. ἔλεγε δʼ ὁ δαίμων τὴν φωνὴν εἶναι Σιβύλλης· ᾄδειν γὰρ αὐτὴν περὶ τῶν μελλόντων ἐν τῷ προσώπῳ τῆς σελήνης περιφερομένην. βουλόμενος οὖν ἀκροᾶσθαι πλείονα, τῇ ῥύμῃ τῆς σελήνης εἰς τοὐναντίον ὥσπερ ἐν ταῖς δίναις ἐξεώσθη καὶ βραχέα κατήκουσεν· ὧν ἦν καὶ τὸ περὶ τὸ Βέσβιον ὄρος καὶ τὴν Δικαιαρχείας Διακαιαρχείας R: δικαιαρχείαν ὑπὸ πυρὸς φθορὰν φθορὰν idem: φορᾷ γενησομένην, καί τι κομμάτιον περὶ τοῦ τότε ἡγεμόνος ὡς ἐσθλὸς ἐὼν νούσῳ τυραννίδα λείψει.