Thesauros Literature biography Περὶ τῶν ὑπὸ τοῦ θείου βραδέως τιμωρουμένων

Περὶ τῶν ὑπὸ τοῦ θείου βραδέως τιμωρουμένων

Περὶ τῶν ὑπὸ τοῦ θείου βραδέως τιμωρουμένων Plutarch
3 ταῦτα τοῦ Πατροκλέου διελθόντος, ὑπολαβὼν ὁ Ὀλύμπιχος ἐκεῖνο δʼ εἶπεν ὦ Πατροκλέα, πηλίκον αἱ περὶ ταῦτα τοῦ θείου διατριβαὶ καὶ μελλήσεις ἄτοπον ἔχουσιν, ὅτι τὴν πίστιν, ἡ βραδυτὴς ἀφαιρεῖται τῆς προνοίας, καὶ τὸ μὴ παρʼ ἕκαστον ἀδίκημα τοῖς πονηροῖς ἐπακολουθοῦν κακὸν ἀλλʼ ὕστερον εἰς ἀτυχήματος χώραν τιθέμενοι, καὶ συμφορὰν οὐ τιμωρίαν ὀνομάζοντες, οὐδὲν ὠφελοῦνται, τοῖς μὲν συμβαίνουσιν ἀχθόμενοι τοῖς δὲ πεπραγμένοις μὴ μεταμελόμενοι; καθάπερ γὰρ ἵππον ἡ ἵππον ἡ R: ἡ ποινὴ ἡ παραχρῆμα τὸ πταῖσμα καὶ τὴν ἁμαρτίαν διώκουσα πληγὴ καὶ νύξις ἐπανορθοῖ καὶ μετάγει πρὸς τὸ δέον, οἱ δʼ ὕστερον καὶ μετὰ χρόνον σπαραγμοὶ καὶ ἀνακρούσεις καὶ περιψοφήσεις ἑτέρου τινὸς ἕνεκα μᾶλλον μᾶλλον] post γίγνεσθαι transposuit Benselerus δοκοῦσι, γίγνεσθαι ἢ διδασκαλίας, διὸ τὸ λυποῦν ἄνευ τοῦ παιδεύειν ἔχουσιν· οὕτως ἡ καθʼ ἕκαστον ὧν πταίει καὶ προσπίπτει ῥαπιζομένη καὶ ἀνακρουομένη τῷ κολάζεσθαι κακία μάλιστʼ μάλιστʼ W: μόλις ἂν γένοιτο σύννους καὶ ταπεινὴ καὶ κατάφοβος πρὸς τὸν θεόν, ὡς ἐφεστῶτα τοῖς ἀνθρωπίνοις πράγμασι καὶ πάθεσιν οὐχ ὑπερήμερον δικαιωτήν· ἡ δʼ ἀτρέμα καὶ βραδεῖ ποδί κατʼ Εὐριπίδην Εὐριπίδην] Nauck. p. 676 καὶ ὡς ἔτυχεν ἐπιπίπτουσα Δίκη τοῖς πονηροῖς ταὐτομάτῳ ταὐτομάτῳ *: τῷ αὐτομάτῳ μᾶλλον ἢ τῷ κατὰ πρόνοιαν ὅμοιον ἔχει τὸ πεπλανημένον καὶ ὑπερήμερον καὶ ἄτακτον. ὥστʼ οὐχ ὁρῶ, τί χρήσιμον ἔνεστι τοῖς ὀψὲ δὴ τούτοις ἀλεῖν λεγομένοις μύλοις τῶν θεῶν ὀψε - θεῶν] in proverbium abiit ignoti poetae versus. cf. Sext. Emp. adv. Gramm. 1 p. 279. Leutsch. 2 p, 199 καὶ ποιοῦσι τὴν δίκην ἀμαυρὰν καὶ τὸν φόβον ἐξίτηλον τῆς κακίας.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme