8
ʽ Τὸ δʼ ἐν καιρῷ καὶ τρόπῳ τῷ προσήκοντι γενέσθαι τὰς τιμωρίας οὐ βέλτιον εἶναι νομίζεις νομίζεις *: νομίζειν. cf. p 557 f. 560 b. Simile vitium p. 585 a τοῦ ταχὺ καὶ παραχρῆμα; οἷόν ἐστι τὸ κατὰ Κάλλιππον, ᾧ ξιφιδίῳ φίλος εἶναι δοκῶν ἀπέκτεινε Δίωνα, τούτῳ πάλιν αὐτὸν ὑπὸ τῶν φίλων ἀποθανεῖν· καὶ τό, Μίτυος Μίτυος Aristoteles Poet. c. 9: μίτιος τοῦ Ἀργείου κατὰ στάσιν ἀναιρεθέντος, ἀνδριάντα χαλκοῦν ἐν ἀγορᾷ θέας οὔσης ἐμπεσεῖν τῷ κτείναντι τὸν Μίτυν Μίτυν *: μίτιον καὶ ἀνελεῖν. καὶ τὰ περὶ τὸν Βέσσον τὸν Παίονα καὶ Ἀρίστωνα τὸν Οἰταῖον ξεναγὸν οἶσθα δήπουθεν, ὦ Πατροκλέα μὰ Δίʼ εἶπεν ἀλλὰ δέομαι μαθεῖν ὁ μὲν Ἀρίστων ἔφην τὸν Ἐριφύλης κόσμον ἐνταῦθα κείμενον καθελὼν τῶν τυράννων διδόντων ἐκόμισε τῇ γυναικὶ δῶρον ὁ δʼ υἱὸς αὐτοῦ πρὸς τὴν μητέρα διοργισθεὶς ἔκ τινος αἰτίας ὑφῆψε τὴν οἰκίαν καὶ πάντας ἐν ταὐτῷ ταὐτῷ *: τῶ" αὐτῷ κατέκαυσεν. ὁ δὲ Βέσσος, ὡς ἔοικεν, ἀπεκτονὼς τὸν πατέρα τὸν ἑαυτοῦ πολὺν χρόνον ἐλάνθανεν, ὕστερον δὲ πρὸς ξένους ἐπὶ δεῖπνον ἐλθών, χελιδόνων τινὰ νεοσσιὰν τῇ λόγχῃ νύξας κατέβαλε καὶ τοὺς νεοσσοὺς διέφθειρε. λεγόντων δʼ οἷον εἰκὸς τῶν παρόντων ἄνθρωπε, τί παθὼν ἔργον οὕτως ἀλλόκοτον ἔπραξας; οὐ γάρ ἔφη μου πάλαι καταμαρτυροῦσιν αὗται ψευδῶς καὶ καταβοῶσιν ὡς ἀπεκτονότος τὸν πατέρα; θαυμάσαντες δʼ οἱ παρόντες τὸν λόγον ἐμήνυσαν τῷ βασιλεῖ, καὶ τοῦ πράγματος ἐξελεγχθέντος ἔτισεν ὁ Βέσσος τὴν δίκην.