Thesauros Literature biography Περὶ εἱμαρμένης

Περὶ εἱμαρμένης

Περὶ εἱμαρμένης Plutarch
4 σχεδὸν μὲν οὖν καὶ τοῦτο δηλοῖ, ὁποῖόν τι τυγχάνει ἡ εἱμαρμένη, πλὴν οὐχ ἥ γε κατὰ κατὰ Turnebus: κεῖται μέρος οὐδʼ ἡ καθʼ ἕκαστα. ποία τις οὖν καὶ ἥδε κατʼ αὖ τόδε κατ’ αὖ τόδε C. F. Hermannus: κατ’ αὐτὸ δὲ τὸ εἶδος τοῦ λόγου; ἔστι τοίνυν, ὡς ἄν τις εἰκάσαι, οἷος ὁ πολιτικὸς νόμος ὃς ὃς W πρῶτον μὲν τὰ πλεῖστα, εἰ καὶ μὴ πάντα, ἐξ ὑποθέσεως προστάττει· ἔπειτα μὴν καθόλου τὰ πόλει προσήκοντα εἰς δύναμιν περιλαμβάνει. πάλιν δὲ τούτων ἑκάτερον ὁποῖὸν τί ἐστι, σκεπτέον. ἀκολούθως ἀκολούθως] καθόλου W τοίνυν ὁ πολιτικὸς νόμος περὶ τʼ ἀριστέως καὶ λιποτάκτου διαλέγεται καὶ περὶ τῶν ἄλλων ὡσαύτως· ἀλλʼ οὐ περὶ τοῦδʼ ἢ ᾗ W τοῦδʼ νόμιμόν ἐστιν, ἀλλὰ τὰ μὲν καθόλου προηγουμένως, τὰ δʼ ὑποπίπτοντα τούτων ἑπομένως. καὶ γὰρ τὸ τιμῆσαι τόνδε τινὰ ἠριστευκότα καὶ τὸ κολάσαι τόνδε τινὰ λιποτακτήσαντα νόμιμον ἂν φήσαιμεν, ὡς δυνάμει καὶ περὶ τούτων διατεταγμένου τοῦ νόμου· ὃν τρόπον ὁ ἰατρικὸς καὶ ὁ γυμναστικὸς ὡς εἰπεῖν νόμος δυνάμει τὰ καθʼ ἕκαστα τοῖς ὅλοις συμπεριλαμβάνει· οὕτω δὲ καὶ ὁ τῆς φύσεως νόμος τὰ μὲν καθόλου προηγουμένως, τὰ δὲ καθʼ ἕκαστα ἑπομένως. ἔστι θʼ εἱμαρμένα τρόπον τινὰ καὶ ταῦτα, ὄντʼ ὄντα W: πάντα ἐκείνοις συνειμαρμένα, τάχα δʼ ἄν τις τῶν ἄγαν ἀκριβολογουμένων τὰ τοιαῦτα καί τοὐναντίον φαίη προηγούμενα συντετάχθαι τὰ καθʼ ἕκαστα, εἶναί τε εἶναί τε W: ἔν τε τούτων ἕνεκα καὶ τὸ καθόλου, προηγεῖσθαι προηγεῖσθαι W: προηγεῖται δὲ τῶν ἕνεκά του τὸ οὗ ἕνεκα. ἀλλὰ περὶ μέν τούτων ἐν ἄλλοις σκεπτέον. ὅτι δʼ οὐ πάντα καθαρῶς οὐδὲ διαρρήδην ἡ εἱμαρμένη περιέχει ἀλλʼ ὅσα καθόλου, τοῦτο δὴ ἐν τῷ παρόντι ῥηθὲν πρός τε τὸν ἑξῆς λόγον καὶ τὸν ὀλίγον ἔμπροσθεν χώραν ἔχει. τὸ μὲν γὰρ ὡρισμένον οἰκεῖον τῇ θείᾳ φρονήσει ἐν τῷ καθόλου μᾶλλον θεωρεῖται· τοιοῦτο καὶ ὁ θεῖος νόμος, ὁ μέντοι γε πολιτικός, τοιοῦτος μέντοι γε ὁ θειος νόμος καὶ ὁ πολιτικὸς W ex verss. T Am. X τὸ δʼ ἄπειρον ἐν τῷ καθʼ ἕκαστα μετὰ δὴ ταῦτα, οἷον μέν ἐστιν ἐξ ὑποθέσεως· ὅτι δὲ τοιοῦτον καὶ ἡ εἱμαρμένη, οἰέσθω. οἰεσθω] νοείσθω W ἐξ ὑποθέσεως δὴ ἔφαμεν τὸ μὴ καθʼ ἑαυτὸ τιθέμενον, ἀλλά πως πως W: πρὸς ἑτέρῳ τινὶ ὡς ἀληθῶς ἀληθῶς] ἀληθὲς? ὑποτεθέν, ὁπόσα ὁπόσα] corruptum ἀκολουθίαν σημαίνει. θεσμός τε Ἀδραστείας ὅδε· ἣτις ἂν ψυχὴ συνοπαδὸς γενομένη κατίδῃ τι τῶν ἀληθῶν, ἀληθῶν W ex Platone: ἀληθῶς μέχρι τῆς τῆς] τε τῆς Plato ἑτέρας περιόδου εἶναι ἀπήμονα· κἂν ἀεὶ δύνηται τοῦτο ποιεῖν, ἀεὶ ἀεὶ posterius idem ἀβλαβῆ εἶναι. τοιοῦτον μὲν δὴ τὸ ἐξ ὑποθέσεως ἅμα καὶ καθόλου. ὅτι δὲ καὶ ἡ εἱμαρμένη τοιοῦτον τυγχάνει ὄν, ἔκ τε τῆς οὐσίας αὐτῆς καὶ ἐκ τῆς προσηγορίας δῆλον. εἱμαρμένη τε γὰρ προσαγορεύεται ὡς ἂν εἰρομένη τις· θεσμὸς δὲ καὶ νόμος ὑπάρχει τῷ τὰ ἀκόλουθα τοῖς γιγνομένοις πολιτικῶς διατετάχθαι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme