Thesauros Literature biography Περὶ τοῦ Σωκράτους δαιμονίου

Περὶ τοῦ Σωκράτους δαιμονίου

Περὶ τοῦ Σωκράτους δαιμονίου Plutarch
8 μεταξὺ δὲ τοῦ Σιμμίου λέγοντος, ὁ πατὴρ ἡμῶν Πολύμνις ἐπεισῆλθε, καὶ καθίσας παρὰ τὸν Σιμμίαν Ἐπαμεινώνδας ἔφη καὶ σὲ καὶ τούτους παρακαλεῖ πάντας, εἰ μή τις ἀσχολία μείζων, ἐνταῦθα περιμεῖναι βουλόμενος ὑμῖν γνωρίσαι τὸν ξένον, ἄνδρα γενναῖον μὲν αὐτὸν ὄντα ὄντα R: lac. 7 E 5-6 B μετὰ γενναίας δὲ δὲ X καὶ καλῆς ἀφιγμένον τῆς προαιρέσεως lac. 7 E 11 B. ἔστι δέ τις supplet X. Malim πρὸς ἡμᾶς vel ἡμῖν ἐξ Ἰταλίας τῶν Πυθαγορικῶν ἀφῖκται δὲ Λύσιδι τῷ γέροντι χοὰς χέασθαι περὶ τὸν τάφον ἔκ τινων ἐνυπνίων ὥς φησι καὶ φασμάτων ἐναργῶν. συχνὸν δὲ κομίζων χρυσίον οἴεται δεῖν Ἐπαμεινώνδᾳ τὰς Λύσιδος γηροτροφίας ἀποτίνειν, καὶ προθυμότατός ἐστιν οὐ δεομένων οὐδὲ βουλομένων ἡμῶν τῇ πενίᾳ βοηθεῖν. καὶ ὁ Σιμμίας ἡσθεὶς πάνυ θαυμαστόν γε λέγεις εἶπεν ἄνδρα καὶ φιλοσοφίας ἄξιον· ἀλλὰ τίς ἡ αἰτία, διʼ ἣν οὐκ εὐθὺς ἣκει πρὸς ἡμᾶς; ἐκεῖνον ἐκεῖνον] ἐκεῖ W ἔφη νυκτερεύσαντα περὶ περὶ] malim παρὰ τὸν τάφον ἐμοὶ δοκεῖ τὸν Λύσιδος ἦγεν Ἐπαμεινώνδας πρὸς τὸν Ἰσμηνὸν ἀπολουσόμενον, εἶτʼ ἀφίξονται δεῦρο πρὸς ἡμᾶς· πρὶν δʼ ἐντυχεῖν ἡμῖν ἐνηυλίσατο τῷ τάφῳ, διανοούμενος ἀνελέσθαι τὰ λείψανα τοῦ σώματος καὶ κομίζειν εἰς Ἰταλίαν, εἰ μή τι νύκτωρ ὑπεναντιωθείη δαιμόνιον. ὁ μὲν οὖν πατὴρ ταῦτʼ εἰπὼν ἐσιώπησεν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme