Thesauros Literature biography Περὶ τοῦ Σωκράτους δαιμονίου

Περὶ τοῦ Σωκράτους δαιμονίου

Περὶ τοῦ Σωκράτους δαιμονίου Plutarch
12 τί οὖν ὁ Φειδόλαος εἶπεν· ὦ Σιμμία, Γαλαξίδωρον ἐάσωμεν παίζοντα καταβάλλειν τοσοῦτο μαντείας ἔργον εἰς πταρμοὺς καὶ κληδόνας, οἷς καὶ οἱ πολλοὶ καὶ ἰδιῶται περὶ μικρὰ προσχρῶνται καὶ παίζοντες· ὅταν δὲ κίνδυνοι βαρύτεροι καὶ μείζονες καταλάβωσι πράξεις, ἐκεῖνο γίγνεται τὸ Εὐριπίδειον οὐδεὶς σιδήρου ταῦτα μωραίνει πέλας; Nauck. p. 441 (fr. 282, 22) καὶ ὁ Γαλαξίδωρος Σιμμίου μέν ἔφη Φειδόλαε, περὶ τούτων, εἴ τι Σωκράτους αὐτὸς λέγοντος ἤκουσεν, ἕτοιμος ἀκροᾶσθαι καὶ πείθεσθαι πείθεσθαι X: φείδεσθαι μεθʼ ὑμῶν· τὰ δʼ ὑπὸ σοῦ λελεγμένα καὶ Πολύμνιος οὐ χαλεπὸν ἀνελεῖν. ὡς γὰρ ἐν ἰατρικῇ σφυγμὸς ἢ φλύκταινα μικρὸν οὐ μικροῦ δὲ σημεῖόν ἐστι, καὶ κυβερνήτῃ πελάγους πελάγους] πελαγίας? φθόγγος ὄρνιθος ἢ διαδρομὴ κνηκίδος ἀραιᾶς πνεῦμα σημαίνει καὶ κίνησιν τραχυτέραν θαλάσσης· οὕτω μαντικῇ ψυχῇ πταρμὸς ἢ κληδὼν οὐ μέγα καθʼ αὑτὸ σύμβολον δὲ μεγάλου σύμβολον δὲ μεγάλου *: lac. 37 E 25 B συμπτώματος· οὐδεμιᾶς γὰρ τέχνης καταφρονεῖται τὸ μικροῖς μεγάλα καὶ διʼ ὀλίγων, πολλὰ προμηνύειν. ἀλλʼ ὥσπερ εἴ τις ἄπειρος γραμμάτων δυνάμεως ὁρῶν ὀλίγα πλήθει καὶ φαῦλα τὴν μορφὴν ἀπιστοίη ἄνδρα γραμματικὸν ἐκ τούτων ἀναλέγεσθαι πολέμους μεγάλους, οἳ τοῖς πάλαι συνέτυχον, καὶ κτίσεις πόλεων πράξεις τε καὶ παθήματα παθήματα Leonicus: μαθήματα βασιλέων, εἶτα φαίη φωνὴν ἢ ὅμοιόν τι φαίη φωνὴν ἢ ὅμοιόν τι *: φανῆναι ὀμνύοντι. Coniecturam confirmat id quod in eandem etiam P. Papageorgiu incidit μηνύειν καὶ καταλέγειν ἐκείνῳ τῶν ἱστορικῶν τῶν ἱστορικῶν W: τῷ ἱστορικῷ τούτων ἕκαστον, ἡδὺς ἄν, ὦ φίλε φίλε] Φειδόλαε R, γέλως σοι τοῦ ἀνθρώπου τῆς ἀπειρίας ἐπέλθοι οὕτω σκόπει, μὴ καὶ ἡμεῖς τῶν μαντικῶν ἑκάστου τὴν δύναμιν ἀγνοοῦντες, ᾗ συμβάλλει πρὸς τὸ μέλλον, εὐήθως ἀγανακτῶμεν, εἰ νοῦν ἔχων ἄνθρωπος ἐκ τούτων τούτων Duebnerus: τούτων ἂν ἀποφαίνεταί τι περὶ τῶν ἀδήλων, καὶ ταῦτα φάσκων αὐτὸς οὐ πταρμὸν οὐδὲ φωνὴν ἀλλὰ δαιμόνιον αὐτῷ τῶν πράξεων ὑφηγεῖσθαι. μέτειμι γὰρ ἤδη πρὸς σέ, ὦ Πολύμνι, θαυμάζοντα Σωκράτους ἀνδρὸς ἀτυφίᾳ καὶ ἀφελείᾳ μάλιστα δὴ φιλοσοφίαν ἐξανθρωπίσαντος, εἰ μὴ πταρμὸν μηδὲ κληδόνα τὸ το] del. Stegmannus, recte ut vid. σημεῖον ἀλλὰ τραγικῶς πάνυ τὸ δαιμόνιον ὠνόμαζεν. ἐγὼ γὰρ ἂν τοὐναντίον ἐθαύμαζον ἀνδρὸς ἄκρου διαλέγεσθαι καὶ κρατεῖν ὀνομάτων, ὥσπερ Σωκράτης, εἰ μὴ τὸ δαιμόνιον ἀλλὰ τὸν πταρμὸν αὑτῷ εἰ μὴ τὸν πταρμὸν ἀλλὰ τὸ δαιμόνιον αὐτῷ BE σημαίνειν ἔλεγεν· ὥσπερ εἴ τις ὑπὸ τοῦ βέλους φαίη τετρῶσθαι μὴ τῷ βέλει ὑπὸ τοῦ βαλόντος, μεμετρῆσθαι δʼ αὖ τὸ βάρος ὑπὸ τοῦ ζυγοῦ μὴ τῷ ζυγῷ ὑπὸ τοῦ ἱστάντος. οὐ γὰρ τοῦ ὀργάνου τὸ ἔργον, ἀλλʼ οὗ καὶ τὸ ὄργανον ᾧ χρῆται πρὸς τὸ ἔργον· ὄργανον δέ τι καὶ τὸ σημεῖον ᾧ χρῆται τὸ σημαῖνον· ἀλλʼ ὅπερ εἶπον, εἴ τι Σιμμίας ἔχοι λέγειν, ἀκουστέον, ὡς εἰδότος ἀκριβέστερον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme