Thesauros Literature biography Περὶ τοῦ Σωκράτους δαιμονίου

Περὶ τοῦ Σωκράτους δαιμονίου

Περὶ τοῦ Σωκράτους δαιμονίου Plutarch
14 ταῦτα τοῦ ξένου λέγοντος, ὁ μὲν πατὴρ ἐπεδάκρυσε τῇ μνήμῃ τοῦ Λύσιδος πολὺν χρόνον, ὁ δʼ ἀδελφὸς ὑπομειδιῶν, ὥσπερ εἰώθει πρὸς ἐμέ πῶς ἔφη ποιοῦμεν, ὦ Καφεισία; προϊέμεθα ποιῶμεν - προϊώμεθα Cobetus τὴν πενίαν τοῖς χρήμασι καὶ σιωπῶμεν; ἥκιστʼ ἔφην ἐγώ τὴν φίλην καὶ ἀγαθὴν κουροτρόφον · ἀλλʼ ἄμυνε σὸς γὰρ ὁ λόγος.Hom. ι 27 καὶ μὴν ἐγώ εἶπεν ὦ πάτερ, ταύτῃ μόνον μόνον Holwerda: μόνῃ τὴν οἰκίαν ἐδεδίειν ἁλώσιμον ὑπὸ χρημάτων εἶναι, κατὰ τὸ Καφισίου σῶμα, καλῆς μὲν ἐσθῆτος δεόμενον ἵνα τοῖς ἐρασταῖς ἐγκαλλωπίσηται τοσούτοις οὖσιν, ἀφθόνου δὲ καὶ πολλῆς; τροφῆς ἵνʼ ἀντέχῃ πρὸς τὰ γυμνάσια καὶ πρὸς τοὺς ἐν ταῖς παλαίστραις ἀγῶνας· ὁπηνίκα δʼ οὗτος οὐ προδίδωσι τὴν πενίαν οὐδʼ ὡς βαφὴν ἀνίησι τὴν πάτριον πενίαν, ἀλλὰ καίπερ ὢν μειράκιον, εὐτελείᾳ καλλωπίζεται καὶ στέργει τὰ παρόντα, τίς ἂν ἡμῖν γένοιτο τῶν χρημάτων διάθεσις καὶ χρῆσις; ἦπου καταχρυσώσομεν τὰ ὅπλα, καὶ τὴν ἀσπίδα πορφύρᾳ συμμεμιγμένῃ πρὸς χρυσίον, ὥσπερ Νικίας ὁ Ἀθηναῖος, διαποικιλοῦμεν; σοὶ δʼ, ὦ πάτερ, Μιλησίαν χλανίδα τῇ δὲ μητρὶ παραλουργὸν ὠνησόμεθα χιτώνιον; οὐ γὰρ εἰς γαστέρα δήπου καταχρησόμεθα τὴν δωρεάν, εὐωχοῦντες αὑτοὺς πολυτελέστερον, ὥσπερ ξένον ὑποδεδεγμένοι βαρύτερον τὸν πλοῦτον ἄπαγʼ · εἶπεν ὁ πατήρ ὦ παῖ· μηδέποτε τοιαύτην ἐπίδοιμι μετακόσμησιν. τοῦ βίου ἡμῶν ἡμῶν] deleverim καὶ μὴν οὐδʼ ἀργόν ἔφη καθισόμεθα φρουροῦντες οἴκοι τὸν πλοῦτον· ἄχαρις γὰρ ἂν οὕτως ἡ χάρις καὶ ἄτιμος ἡ κτῆσις εἴη. τί μήν; εἴη. τί μήν; R: ἐπὶ τί μήν; εἶπεν ὁ πατήρ. οὐκοῦν ἔφη ὁ Ἐπαμεινώνδας Ἰάσωνι μὲν τῷ Θετταλῶν ταγῷ πέμψαντι δεῦρο πολὺ χρυσίον ἔναγχος πρὸς ἡμᾶς καὶ δεομένῳ λαβεῖν ἀγροικότερος ἐφάνην ἀποκρινόμενος ἀδίκων χειρῶν αὐτὸν κατάρχειν, ὅτι μοναρχίας ὢν ἐραστὴς ἄνδρα δημότην ἐλευθέρας καὶ αὐτονόμου πόλεως ἐπείρα διὰ χρημάτων. σοῦ δʼ, ὦ ξένε, τὴν μὲν προθυμίαν ʽ καλὴ γὰρ καὶ φιλόσοφοσʼ δέχομαι καὶ ἀγαπῶ διαφερόντως· ἥκεις δὲ φάρμακα φίλοις μὴ νοσοῦσι κομίζων. ὥσπερ οὖν εἰ πολεμεῖσθαι πυθόμενος ἡμᾶς ἔπλευσας ὅπλοις καὶ βέλεσιν ἡμᾶς ὠφελήσων, εἶτα φιλίαν καὶ εἰρήνην εὗρες, οὐκ ἂν ᾤου δεῖν ἐκεῖνα διδόναι καὶ ἀπολείπειν μὴ δεομένοις· οὕτω σύμμαχος μὲν ἀφῖξαι πρὸς πενίαν ὡς ἐνοχλουμένοις ὑπʼ αὐτῆς, ἡ δʼ ἐστὶ ῥᾴστη φέρειν ἡμῖν καὶ φίλη σύνοικος. οὔκουν δεῖ χρημάτων οὐδʼ ὅπλων ἐπʼ αὐτὴν μηδὲν ἀνιῶσαν ἀλλʼ ἀπάγγελλε τοῖς ἐκεῖ γνωρίμοις, ὅτι κάλλιστα μὲν αὐτοὶ πλούτῳ χρῶνται καλῶς δὲ πενίᾳ χρωμένους αὐτόθι φίλους ἔχουσι, τὰς δὲ Λύσιδος ἡμῖν τροφὰς καὶ ταφὰς αὐτὸς ὑπὲρ αὑτοῦ Λῦσις ἀπέδωκε, τὰ τʼ ἄλλα καὶ πενίαν διδάξας μὴ δυσχεραίνειν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme