Thesauros Literature biography Περὶ τοῦ Σωκράτους δαιμονίου

Περὶ τοῦ Σωκράτους δαιμονίου

Περὶ τοῦ Σωκράτους δαιμονίου Plutarch
16 ταῦτα τἀδελφοῦ τἀδελφοῦ*: τοῦ ἀδελφοῦ διελθόντος, ὁ ὁ R: ὅσον ὁ Σιμμίας δὶς ἢ τρὶς ἐπινεύσας τῇ κεφαλῇ μέγας ἔφη μέγας ἀνήρ ἐστιν Ἐπαμεινώνδας τούτου δʼ αἴτιος οὑτοσὶ Πολύμνις, ἐξ ἀρχῆς ἐξ ἀρχῆς] ante οὑτοσὶ BE τὴν ἀρίστην τροφὴν ἐν φιλοσοφίᾳ τοῖς παισὶ παρασκευασάμενος. ἀλλὰ περὶ μὲν τούτων αὐτοὶ διαλύεσθε αὐτοὶ διαλύεσθε R: αὐτὸς διαλύεσθαι πρὸς αὑτούς αὐτούς idem: αὐτούς, ὦ ξένε· τὸν δὲ Λῦσιν ἡμῖν, εἰ θέμις ἀκοῦσαι, πότερον ἄρα κινεῖς ἐκ τοῦ τάφου καὶ μετοικίζεις εἰς Ἰταλίαν ἢ καταμένειν ἐνταῦθα παρʼ ἡμῖν ἐάσεις εὐμενέσι καὶ φίλοις, ὅταν ἐκεῖ γενώμεθα, συνοίκοις χρησόμενον; καὶ ὁ Θεάνωρ ἐπιμειδιάσας ἔοικεν ἔφη Λῦσις, ὦ Σιμμία, φιλοχωρεῖν, οὐδενὸς τῶν καλῶν ἐνδεὴς γεγονὼς διʼ Ἐπαμεινώνδαν. ἔστι γάρ τι γιγνόμενον γιγνόμενον scripsi cum Stegmanno: γενόμενον ἰδίᾳ περὶ τὰς ταφὰς τῶν Πυθαγορικῶν ὅσιον, οὗ μὴ τυχόντες οὐ δοκοῦμεν ἀπέχειν τὸ μακαριστὸν καὶ οἰκεῖον τέλος. ὡς οὖν ἔγνωμεν ἐκ τῶν ὀνείρων τὴν Λύσιδος τελευτὴν ʽ διαγιγνώσκομεν δὲ σημείῳ τινὶ φαινομένῳ κατὰ τοὺς ὕπνους, εἴτε τεθνηκότος εἴτε ζῶντος εἴδωλὸν ἐστιν̓, ἔννοια πολλοῖς ἐπεισῆλθεν, ὡς ἐπὶ ξένης ὁ Λῦσις ἄλλως κεκήδευται καὶ κινητέος ἐστὶν ἡμῖν ὅπως ἐκεῖ ἐκεῖ] οἴκοι Holwerda μεταλάχῃ τῶν νομιζομένων. τοιαύτῃ δὲ διανοίᾳ παραγενόμενος καὶ πρὸς τὸν τάφον εὐθὺς ὑπὸ τῶν ἐγχωρίων ὁδηγηθείς, ἑσπέρας ἤδη χοὰς ἐχεόμην ἀνακαλούμενος τὴν Λύσιδος ψυχὴν κατελθεῖν κατελθεῖν] κάτωθεν ἐλθεῖν Herwerdenus ἀποθεσπίσουσαν ὡς χρὴ ταῦτα πράσσειν. προϊούσης δὲ τῆς νυκτός, εἶδον μὲν οὐδὲν ἀκοῦσαι δὲ φωνῆς ἔδοξα τὰ ἀκίνητα τἀκίνητα? μὴ κινεῖν· ὁσίως γὰρ ὑπὸ τῶν φίλων κεκηδεῦσθαι τὸ Λύσιδος σῶμα, τὴν δὲ ψυχὴν ἤδη κεκριμένην ἀφεῖσθαι πρὸς ἄλλην γένεσιν, ἄλλῳ δαίμονι συλλαχοῦσαν. καὶ μέντοι καὶ συμβαλὼν ἕωθεν Ἐπαμεινώνδᾳ καὶ τὸν τρόπον ἀκούσας ᾧ θάψειε Λῦσιν, ἐπέγνων ὅτι καλῶς ἄχρι τῶν ἀπορρήτων πεπαιδευμένος ὑπʼ ἐκείνου τἀνδρὸς εἴη καὶ χρῷτο ταὐτῷ δαίμονι πρὸς τὸν βίον, εἰ μὴ κακὸς ἐγὼ τεκμήρασθαι τῷ πλῷ τὸν κυβερνήτην. εὐρεῖαι μὲν γὰρ ἀτραποὶ βίων, ὀλίγαι ὀλίγαι] λιταί? cf. p. 964 c δʼ ἃς δαίμονες ἀνθρώπους ἄγουσιν ὁ μὲν οὖν Θεάνωρ ταῦτʼ εἰπὼν τῷ Ἐπαμεινώνδᾳ προσέβλεψεν, οἷον ἐξ ὑπαρχῆς ἀναθεώμενος ἀναθέμενος BE αὐτοῦ τὴν φύσιν καὶ καὶ Leonicus τὸ εἶδος.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme