Thesauros Literature biography Περὶ τοῦ Σωκράτους δαιμονίου

Περὶ τοῦ Σωκράτους δαιμονίου

Περὶ τοῦ Σωκράτους δαιμονίου Plutarch
21 ἡμῖν μέν, μὲν] μὲν οὖν? ὦ Φειδόλαε, καὶ ζῶντος Σωκράτους καὶ τεθνηκότος, οὕτως ἐννοεῖν περὶ τοῦ δαιμονίου παρίσταται, τῶν κληδόνας ἢ πταρμοὺς ἤ τι τοιοῦτον εἰρηκότων ἄλλο εἰρηκότων ἄλλο *: ἄλλο εὐρηκότων nisi quod om εἰρηκότων BE καταφρονοῦσιαν ἃ δὲ Τιμάρχου τοῦ Χαιρωνέως ἠκούσαμεν ὑπὲρ τούτου διεξιόντος, οὐκ οἶδα μὴ μὴ] εἰ μὴ Herwerdenus μύθοις ὁμοιότερʼ ἢ λόγοις ὄντα ὁμοιότερα ἢ λόγοις ὄντα Herwerdenus: ** (21 E 23 B) λογίσονται σιωπᾶν ἄμεινον. μηδαμῶς εἶπεν ὁ Θεόκριτος ἀλλὰ δίελθʼ αὐτά· καὶ γὰρ εἰ μὴ λίαν ἀκριβῶς, ἀλλʼ ἔστιν ὅπη ψαύει τῆς ἀληθείας καὶ τὸ μυθῶδες. πρότερον δὲ τίς ἦν οὗτος ὁ Τίμαρχος φράσον· οὐ γὰρ ἔγνων τὸν ἄνθρωπον εἰκότως γʼ εἶπεν ὁ Σιμμίας ὦ Θεόκριτε νέος γὰρ ὢν κομιδῇ ἐτελεύτησε,malim τετελεύτηκε καὶ τοῦ Σωκράτους δεηθεὶς ταφῆναι παρὰ Λαμπροκλέα τὸν Σωκράτους υἱόν, ὀλίγαις ὀλίγαις Basileensis: αἶς πρότερον ἡμέραις αὐτοῦ τεθνηκότα, φίλον καὶ ἡλικιώτην γενόμενον. οὗτος οὖν ποθῶν γνῶναι τὸ Σωκράτους δαιμόνιον ἣν ἔχει δύναμιν, ἅτε δὴ νέος οὐκ ἀγεννὴς ἄρτι γεγευμένος φιλοσοφίας, ἐμοὶ καὶ Κέβητι κοινωσάμενος μόνοις εἰς Τροφωνίου κατῆλθε, δράσας τὰ νομιζόμενα περὶ τὸ μαντεῖον. ἐμμείνας δὲ δύο νύκτας κάτω καὶ μίαν ἡμέραν, τῶν πολλῶν ἀπεγνωκότων αὐτὸν ἤδη καὶ τῶν οἰκείων ὀδυρομένων, πρωὶ μάλα φαιδρὸς ἀνῆλθε προσκυνήσας δὲ τὸν θεόν, ὡς πρῶτον διέφυγε διέφυγε *: διέφευγε τὸν ὄχλον, διηγεῖτο ἡμῖν θαυμάσια πολλὰ καὶ ἰδεῖν καὶ ἀκοῦσαι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme