Thesauros Literature biography Περὶ τοῦ Σωκράτους δαιμονίου

Περὶ τοῦ Σωκράτους δαιμονίου

Περὶ τοῦ Σωκράτους δαιμονίου Plutarch
23 ὁ μὲν οὖν Τιμάρχου μῦθος οὗτος. ἐπεὶ δʼ ἐλθὼν Ἀθήναζε τρίτῳ μηνὶ μετὰ μετὰ Herwerdenus: κατὰ τὴν γενομένην φωνὴν ἐτελεύτησεν, ἡμεῖς δὲ Σωκράτει θαυμάζοντες ἀπηγγέλλομεν, ἐμέμψατο Σωκράτης ἡμᾶς, ὅτι μὴ ζῶντος ἔτι τοῦ Τιμάρχου διήλθομεν αὐτοῦ γὰρ ἂν ἡδέως ἐκείνου πυθέσθαι · καὶ προσανακρῖναι σαφέστερον. ἀπέχεις, ὦ Θεόκριτε, μετὰ τοῦ λόγου τὸν μῦθον· ἀλλʼ ὅρα μὴ καὶ τὸν ξένον ἡμῖν παρακλητέον ἐπὶ τὴν ζήτησιν οἰκεία γὰρ πάνυ καὶ προσήκουσα θείοις ἀνδράσι. τί δʼ εἶπεν Ἐπαμεινώνδας οὐ συμβάλλεται γνώμην ἀπὸ τῶν αὐτῶν ἀναγόμενος ἡμῖν; καὶ ὁ πατὴρ μειδιάσας τοιοῦτον ἔφη τὸ ἦθος, ὦ ξένε, τὸ τούτου, σιωπηλὸν καὶ πρὸς τοὺς λόγους εὐλαβές, ἄπληστον δὲ τοῦ μανθάνειν καὶ ἀκροᾶσθαι · διὸ καὶ Σπίνθαρος ὁ Ταραντῖνος οὐκ ὀλίγον αὐτῷ συνδιατρίψας ἐνταῦθα χρόνον ἀεὶ δήπου λέγει μηδενί πη τῶν καθʼ ἑαυτὸν ἀνθρώπων ἐντετυχηκέναι μήτε πλείονα γιγνώσκοντι μήτε ἐλάσσονα φθεγγομένῳ. σὺ οὖν ἃ φρονεῖς αὐτὸς δίελθε περὶ τῶν εἰρημένων.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme