Thesauros Literature biography Περὶ τοῦ Σωκράτους δαιμονίου

Περὶ τοῦ Σωκράτους δαιμονίου

Περὶ τοῦ Σωκράτους δαιμονίου Plutarch
26 ὀψὲ δʼ ἤδη τό τε τό τε R: τότε. Sed malim τὸ ψῦχος ἐπέτεινε πνεύματος γενομένου, καὶ διὰ τοῦτο τῶν πολλῶν τάχιον εἰς τὰς οἰκίας ἀνακεχωρηκότων, ἡμεῖς μὲν τοὺς περὶ Δαμοκλείδαν καὶ Πελοπίδαν καὶ Θεόπομπον ἐντυχόντες ἀνελαμβάνομεν, ἄλλοι δʼ ἄλλους· ἐσχίσθησαν γὰρ εὐθὺς ὑπερβαλόντες ὑπερβαλόντες Herwerdenus: ὑπερβάλλοντες τὸν Κιθαιρῶνα, καὶ παρέσχεν αὐτοῖς; ὁ χειμὼν τὰ πρόσωπα συγκεκαλυμμένοις ἀδεῶς διελθεῖν τὴν πόλιν ἐνίοις δʼ ἐπήστραψε δεξιὸν ἄνευ βροντῆς εἰσιοῦσι διὰ τῶν πυλῶν· καὶ τὸ σημεῖον ἐδόκει καλὸν πρὸς ἀσφάλειαν καὶ δόξαν, ὡς λαμπρῶν ἀκινδύνων δὲ τῶν πράξεων ἐσομένων.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme