Thesauros Literature biography Περὶ τοῦ Σωκράτους δαιμονίου

Περὶ τοῦ Σωκράτους δαιμονίου

Περὶ τοῦ Σωκράτους δαιμονίου Plutarch
28 δάκρυα πολλοῖς ἐπῆλθεν ἡμῶν, ὦ Ἀρχίδαμε, πρὸς τοὺς λόγους τἀνδρός· αὐτὸς αὐτὸς R: οὖτος δʼ ἄδακρυς καὶ ἄτεγκτος ἐγχειρίσας Πελοπίδᾳ τὸν υἱὸν ἐχώρει διὰ θυρῶν δεξιούμενος ἕκαστον ἡμῶν καὶ παραθαρρύνων. ἔτι δὲ μᾶλλον ἂν ἠγάσω τοῦ παιδος αὐτοῦ τὴν φαιδρότητα καὶ τὸ ἀδεὲς ἀδεὲς Basileensis: ἀδαὲς πρὸς τὸν κίνδυνον, ὥσπερ τοῦ Νεοπτολέμου, μήτʼ ὠχριάσαντος μήτʼ ἐκπλαγέντος, ἀλλʼ ἕλκοντος τὸ ξίφος τοῦ Πελοπίδου καὶ καταμανθάνοντος. ἐν τούτῳ, Κηφισοδώρῳ Διότονος Διόγονος R, εἷς τῶν φίλων, Διότονος εἶς τῶν Κηφισοδώρου φίλων Stegmannus. Possis etiam Διότ. εἶς τῶν φίλων Κηφισοδώρου (vel Κηφισοδώρῳ cf. p. 596 e) παρῆν πρὸς ἡμᾶς ξίφος ἔχων καὶ θώρακα σιδηροῦν ὑπενδεδυμένος καὶ πυθόμενος τὴν Χάρωνος ὑπʼ Ἀρχίου μετάπεμψιν ᾐτιᾶτο τὴν μέλλησιν ἡμῶν, καὶ παρώξυνεν εὐθὺς ἐπὶ τὰς οἰκίας βαδίζειν· φθήσεσθαι γὰρ ἐμπεσόντας αὐτοῖς· εἰ δὲ μή, βέλτιον εἶναι προελθόντας ἐν ὑπαίθρῳ συμπλέκεσθαι, πρὸς ἀλλήλους πρὸς ἀλλήλους] πρὸς αὐτοὺς X ut cum συμπλέκεσθαι iungatur. Ego aliter distinxi ἀσυντάκτους καὶ σποράδας, ἢ μένειν ἐν οἰκίσκῳ καθείρξαντας αὑτοὺς ὥσπερ σμῆνος ἐξαιρεθησομένους ὑπὸ τῶν πολεμίων. ἐνῆγε δὲ καὶ ὁ μάντις Θεόκριτος, ὡς τῶν ἱερῶν σωτηρίων καὶ καλῶν καὶ πρὸς ἀσφάλειαν ἐχεγγύων αὐτῷ γεγονότων.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme