Thesauros Literature biography Περὶ τοῦ Σωκράτους δαιμονίου

Περὶ τοῦ Σωκράτους δαιμονίου

Περὶ τοῦ Σωκράτους δαιμονίου Plutarch
29 ὁπλιζομένων δʼ ἡμῶν καὶ συνταττομένων, αὖθις αὖθις Turnebus: αὐτοῖς ἀφικνεῖται Χάρων ἱλαρῷ τῷ προσώπῳ καὶ μειδιῶν καὶ προσβλέπων εἰς ἡμᾶς θαρρεῖν ἐκέλευεν, ὡς δεινοῦ μηδενὸς ὄντος ἀλλὰ τῆς πράξεως ὁδῷ βαδιζούσης. ὁ γὰρ Ἀρχίας, ἔφη, καὶ ὁ Φίλιππος ὡς ἤκουσαν ἥκειν ἐμὲ κεκλημένον, ἤδη βαρεῖς ὑπὸ τῆς μέθης ὄντες καὶ συνεκλελυμένοι τοῖς σώμασι τὰς ψυχάς,· μόλις διαναστάντες ἔξω προῆλθον ἐπὶ τὰς θύρας. εἰπόντος δὲ τοῦ Ἀρχίου φυγάδας, ὦ Χάρων, ἀκούομεν ἐν τῇ πόλει κρύπτεσθαι παρεισελθόντας οὐ μετρίως ἐγὼ διαταραχθείς ποῦ δʼ εἶπον εἶναι λέγονται καὶ τίνες; ἀγνοοῦμεν ὁ Ἀρχίας εἶπε· καί σε τούτου χάριν ἐλθεῖν ἐκελεύσαμεν, εἰ δή τι τυγχάνοις σαφέστερον ἀκηκοώς. κἀγὼ μικρὸν ὥσπερ ἐκ πληγῆς ἐκ πληγῆς idem: ἐκπλαγεὶς ἀναφέρων τὴν διάνοιαν ἐλογιζόμην λόγον εἶναι τὴν μήνυσιν οὐ βέβαιον, οὐδʼ ὑπὸ τῶν συνειδότων ἐξενηνέχθαι τὴν πρᾶξιν οὐδενός· οὐ γὰρ ἂν ἂν W ἀγνοεῖν τὴν,οἰκίαν αὐτούς, εἴ τις εἰδὼς ἀκριβῶς ἐμήνυεν· ἄλλως δʼ ὑποψίαν ἢ λόγον ἄσημον ἐν τῇ πόλει περιφερόμενον ἥκειν εἰς ἐκείνους. εἶπον οὖν πρὸς αὐτὸν ὅτι ʽ ζῶντος μὲν Ἀνδροκλείδου πολλάκις ἐπίσταμαι φήμας τοιαύτας ῥυείσας διακενῆς καὶ λόγους ψευδεῖς ἐνοχλήσαντας ἡμῖν· νυνὶ δʼ ἔφην οὐδὲν ἀκήκοα τοιοῦτον, ὦ Ἀρχία σκέψομαι δὲ τὸν λόγον, εἰ κελεύεις· κἂν πύθωμαί τι φροντίδος ἄξιον, οὐ λήσεται ὑμᾶς. οὐχ ὑμᾶς λήσεται Benseler πάνυ μὲν οὖν ὁ Φυλλίδας εἶπε μηδέν, ὦ Χάρων, ἀδιερεύνητον μηδʼ ἄπυστον ὑπὲρ τούτων ἀπολίπῃς· τί γὰρ κωλύει μηδενὸς καταφρονεῖν ἀλλὰ πάντα φυλάττεσθαι καὶ προσέχειν; καλὸν γὰρ ἡ πρόνοια καὶ τὸ ἀσφαλές τἀσφαλές? ἅμα δὲ τὸν Ἀρχίαν ὑπολαβὼν ἀπῆγεν εἰς τὸν οἶκον, ἐν ᾧ πίνοντες τυγχάνουσιν. τυγχάνουσιν] ἐτύγχανον? ἀλλὰ μὴ μέλλωμεν, ἄνδρες ἔφη, προσευξάμενοι δὲ τοῖς θεοῖς ἐξίωμεν. ταῦτα τοῦ Χάρωνος εἰπόντος, εὐχόμεθα εὐχόμεθα] imperfectum. cf. p. 18 d τοῖς θεοῖς καὶ παρεκαλοῦμεν ἀλλήλους.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme