Thesauros Literature biography Περὶ τοῦ Σωκράτους δαιμονίου

Περὶ τοῦ Σωκράτους δαιμονίου

Περὶ τοῦ Σωκράτους δαιμονίου Plutarch
30 ὥρα μὲν οὖν ἦν καθʼ ἣν ἅνθρωποι μάλιστα περὶ δεῖπνόν εἰσι, τὸ δὲ πνεῦμα μᾶλλον ἐπιτεῖνον ἤδη νιφετὸν ὑπεκίνει ψεκάδι λεπτῇ μεμιγμένον· ὥστε πολλὴν ἐρημίαν εἶναι διὰ τῶν στενωπῶν διεξιοῦσιν. οἱ μὲν οὖν ἐπὶ τὸν Λεοντίδην καὶ τὸν Ὑπάτην Ὑπάτην X ex Vit. Pel. c 11: ὑπάττην ταχθέντες ἐγγὺς ἀλλήλων οἰκοῦντας, οἰκοῦντας idem ex eadem: οἰκοῦντες ἐν ἱματίοις ἐξῄεσαν ἔχοντες οὐδὲν ἕτερον τῶν ὅπλων ἢ μάχαιραν ἕκαστος (ἐν δὲ τούτοις ἦν καὶ Πελοπίδας καὶ Δαμοκλείδας καὶ Κηφισόδωρος)· ἐν δὲ τούτοις - Κηφισόδωρος] parenthesi inclusit Stegmannus Χάρων δὲ καὶ Μέλων καὶ οἱ μετʼ αὐτῶν ἐπιτίθεσθαι τοῖς περὶ Ἀρχίαν μέλλοντες, ἡμιθωράκια ἐνδεδυμένοι καὶ στεφάνους δασεῖς ἔχοντες, οἱ μὲν ἐλάτης οἱ δὲ πεύκης ἔνιοι δὲ καὶ χιτώνια τῶν γυναικείων γυναικείων Herwerdenus: γυναικῶν ἀμπεχόμενοι, μεθύοντας ἀπομιμούμενοι κώμῳ χρωμένους μετὰ γυναικῶν. ἡ ἡ] ὃ BE δὲ χείρων, ὦ Ἀρχίδαμε, τύχη καὶ τὰς τῶν πολεμίων μαλακίας καὶ ἀγνοίας ταῖς ἡμετέραις ἐπανισοῦσα τόλμαις καὶ παρασκευαῖς, καὶ καθάπερ δρᾶμα τὴν πρᾶξιν ἡμῶν ἀπʼ ἀρχῆς διαποικίλλουσα κινδυνώδεσιν ἐπεισοδίοις, εἰς αὐτὸ συνέδραμε τὸ ἔργον, ὀξὺν ἐπιφέρουσα καὶ δεινὸν ἀνελπίστου περιπετείας ἀγῶνα. τοῦ γὰρ Χάρωνος ὡς ἀνέπεισε τοὺς ἀνέπεισε τοὺς R: ἐνέπεσε τοῖς περὶ Ἀρχίαν καὶ Φίλιππον ἀναχωρήσαντος οἴκαδε καὶ διασκευάζοντος ἡμᾶς ἐπὶ τὴν πρᾶξιν, ἧκεν ἐνθένδε παρʼ ὑμῶν ἐπιστολὴ παρʼ Ἀρχίου τοῦ ἱεροφάντου πρὸς Ἀρχίαν ἐκεῖνον, ὄντα φίλον αὐτῷ καὶ ξένον, ὡς ἔοικεν, ἐξαγγέλλουσα τὴν κάθοδον καὶ τὴν ἐπιβουλὴν τῶν φυγάδων καὶ τὴν οἰκίαν, εἰς ἣν παρεληλύθεισαν, παρεληλύθεσαν *: παρεληλύθεισαν καὶ τοὺς συμπράττοντας αὐτοῖς. ἢδη δʼ καὶ τῇ μέθῃ κατακεκλυσμένος κατακεκλυσμένος Cobetus: κατακεκλασμένος Ἀρχίας καὶ καὶ Turnebus: κἀν τῇ προσδοκίᾳ τῶν γυναικῶν ἀνεπτοημένος, ἐδέξατο μὲν τὴν ἐπιστολήν, τοῦ δὲ γραμματοφόρου φήσαντος ὑπέρ τινων τινων Herwerdenus: τῶν σπουδαίων αὐτῷ γεγράφθαι· τὰ σπουδαῖα τοίνυν εἰς αὔριον ἔφη. καὶ τὴν μὲν ἐπιστολὴν ὑπέθηκεν ὑπὸ τὸ προσκεφάλαιον, αἰτήσας δὲ ποτήριον ἐκέλευσεν ἐγχεῖν, καὶ τὸν Φυλλίδαν ἐξέπεμπε συνεχῶς ἐπὶ θύρας σκεψόμενον εἰ τὰ γύναια πρόσεισι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme