Thesauros Literature biography Περὶ τοῦ Σωκράτους δαιμονίου

Περὶ τοῦ Σωκράτους δαιμονίου

Περὶ τοῦ Σωκράτους δαιμονίου Plutarch
32 ἐπράχθη δὲ κἀκεῖνα τοῦτον τὸν τρόπον· ἔκοψαν οἱ περὶ Πελοπίδαν τοῦ Λεοντίδου τὴν αὔλειον ἡσυχῆ προσελθόντες, καὶ πρὸς τὸν ὑπακούσαντα τῶν οἰκετῶν ἔφασαν ἥκειν Ἀθήνηθεν γράμματα τῷ Λεοντίδῃ παρὰ Καλλιστράτου κομίζοντες. ὡς δʼ ἀπαγγείλας καὶ κελευσθεὶς ἀνοῖξαι τὸν μοχλὸν ἀφεῖλε καὶ μικρὸν ἐνέδωκε τὴν θύραν, ἐμπεσόντες ἀθρόοι καὶ ἀνατρέψαντες τὸν ἄνθρωπον ἵεντο δρόμῳ διὰ τῆς αὐλῆς ἐπὶ τὸν θάλαμον. ὁ δʼ εὐθὺς ἐπὶ τὴν ἀλήθειαν ἐξενεχθεὶς τῇ ὑπονοίᾳ καὶ καὶ] del. Herwerdenus σπασάμενος τὸ ἐγχειρίδιον ὥρμησε πρὸς ἄμυναν, ἄδικος μὲν ἀνὴρ καὶ τυραννικὸς εὔρωστος δὲ τῇ ψυχῇ καὶ κατὰ χεῖρα ῥωμαλέος· οὐ μὴν ἔγνω γε τὸν λύχνον καταβαλεῖν καὶ διὰ σκότους συμμῖξαι τοῖς ἐπιφερομένοις, ἀλλʼ ἐν φωτὶ καθορώμενος ὑπὸ τούτων ἅμα τῆς θύρας ἀνοιγομένης παίει τὸν Κηφισόδωρον εἰς τὸν λαγόνα· καὶ δευτέρῳ τῷ Πελοπίδᾳ συμπεσὼν μέγα βοῶν ἀνεκαλεῖτο τοὺς θεράποντας. ἀλλʼ ἐκείνους μὲν οἱ περὶ τὸν Σαμίδαν ἀνεῖργον, οὐ παρακινδυνεύοντας εἰς χεῖρας ἐλθεῖν ἀνδράσιν ἐπιφανεστάτοις τῶν πολιτῶν καὶ κατʼ ἀλκὴν διαφέρουσιν. ἀγὼν δʼ ἦν τῷ Πελοπίδᾳ πρὸς τὸν Λεοντίδην καὶ διαξιφισμὸς ἐν ταῖς θύραις τοῦ θαλάμου στεναῖς οὔσαις, καὶ τοῦ Κηφισοδώρου πεπτωκότος ἐν μέσαις αὐταῖς μέσαις αὐταῖς Holwerda: μέσοις αὐτοῖς καὶ θνήσκοντος, ὥστε μὴ δύνασθαι τοὺς ἄλλους προσβοηθεῖν. τέλος δʼ ὁ ἡμέτερος λαβὼν μὲν εἰς τὴν κεφαλὴν οὐ μέγα τραῦμα· δοὺς δὲ πολλὰ καὶ καταβαλὼν τὸν Λεοντίδην, ἐπέσφαξε θερμῷ τῷ Κηφισοδώρῳ. καὶ γὰρ εἶδε πίπτοντα τὸν ἐχθρὸν ὁ ἀνὴρ καὶ τῷ Πελοπίδᾳ τὴν δεξιὰν ἐνέβαλε· καὶ τοὺς ἄλλους ἀσπασάμενος ἅμʼ ἵλεως ἐξέπνευσε. γενόμενοι δʼ ἀπὸ τούτων ἐπὶ τὸν Ὑπάτην Υπάτην X: ἱππάτην τρέπονται, καὶ τῶν θυρῶν ὁμοίως αὐτοῖς ἀνοιχθεισῶν φεύγοντα τὸν Ὑπάτην Υπάτην X: ἱππάτηνὑπὲρ τέγους τινὸς εἰς τοὺς γείτονας ἀποσφάττουσιν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme