Thesauros Literature biography Περὶ τοῦ Σωκράτους δαιμονίου

Περὶ τοῦ Σωκράτους δαιμονίου

Περὶ τοῦ Σωκράτους δαιμονίου Plutarch
33 ἐκεῖθεν δὲ πρὸς ἡμᾶς ἠπείγοντο καὶ συμβάλλουσιν ἡμῖν ἔξωθεν παρὰ τὴν πολύστυλον. ἀσπασάμενοι δʼ ἀλλήλους καὶ συλλαλήσαντες ἐχωροῦμεν ἐπὶ τὸ δεσμωτήριον. ἐκκαλέσας δὲ τὸν δὲ τὸν Exemplum Turnebi: lac. 6 E 7 B ἐπὶ τῆς εἱρκτῆς ὁ Φυλλίδας Ἀρχίας ἔφη καὶ Φίλιππος κελεύουσὶ σε ταχέως ἄγειν ἐπʼ αὐτοὺς Ἀμφίθεον ὁ δʼ ὁρῶν καὶ τῆς ὥρας τὴν ἀτοπίαν καὶ τὸ μὴ καθεστηκότα λαλεῖν αὐτῷ αὐτῷ Holwerda: αὐτῷ τὸν Φυλλίδαν, ἀλλὰ θερμὸν ὄντα τῷ ἀγῶνι καὶ μετέωρον, ὑπειδόμενος ὑπιδόμενος *: ὑπειδόμενος τὸ πλάσμα πότʼ ἔλεγεν ὦ Φυλλίδα, τηνικαῦτα μετεπέμψαντο δεσμώτην οἱ πολέμαρχοι; πότε δὲ διὰ σοῦ; τί δὲ κομίζεις παράσημον; ἅμα δὲ ἅμα δὲ] ὁ δ’ ἅμα? τῷ λόγῳ ξυστὸν ἱππικὸν ἔχων διῆκε τῶν πλευρῶν καὶ κατέβαλε πονηρὸν ἄνθρωπον, ᾧ καὶ μεθʼ ἡμέραν ἐπενέβησαν καὶ προσέπτυσαν οὐκ ὀλίγαι γυναῖκες, ἡμεῖς δὲ τὰς θύρας τῆς εἱρκτῆς κατασχίσαντες ἐκαλοῦμεν ὀνομαστὶ πρῶτον μὲν τὸν Ἀμφίθεον, εἶτα τῶν ἄλλων πρὸς ὃν ἕκαστος ἐπιτηδείως εἶχεν,. οἱ δὲ τὴν φωνὴν γνωρίζοντες ἀνεπήδων ἀνεπήδων W: ἀπεπήδων ἐκ τῶν χαμευνῶν ἄσμενοι τὰς ἁλύσεις ἐφέλκοντες· οἱ δὲ τοὺς πόδας ἐν τῷ ξύλῳ δεδεμένοι τὰς χεῖρας ὀρέγοντες ἐβόων δεόμενοι μὴ ἀπολειφθῆναι. λυομένων δὲ τούτων, ἢδη πολλοὶ προσεφέροντο τῶν ἐγγὺς οἰκούντων αἰσθανόμενοι τὰ πραττόμενα καὶ χαίροντες. αἱ δὲ γυναῖκες, ὡς ἑκάστη περὶ τοῦ προσήκοντος; ἤκουσεν, οὐκ ἐμμένουσαι τοῖς Βοιωτῶν ἔθεσιν ἔθεσιν W: ἢθεσιν ἐξέτρεχον πρὸς ἀλλήλας καὶ διεπυνθάνοντο παρὰ τῶν ἀπαντώντων αἱ δʼ ἀνευροῦσαι πατέρας ἢ ἄνδρας αὑτῶν αὑτῶν *: αὐτῶν ἠκολούθουν, οὐδεὶς δʼ ἐκώλυε· ῥοπὴ γὰρ ἦν μεγάλη πρὸς τοὺς ἐντυγχάνοντας ὁ παρʼ αὐτῶν ἔλεος καὶ δάκρυα καὶ δεήσεις σωφρόνων γυναικῶν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme