Thesauros Literature biography Περὶ τοῦ Σωκράτους δαιμονίου

Περὶ τοῦ Σωκράτους δαιμονίου

Περὶ τοῦ Σωκράτους δαιμονίου Plutarch
34 ἐν δὲ τούτῳ τῶν πραγμάτων ὄντων, πυθόμενος τὸν Ἐπαμεινώνδαν ἐγὼ καὶ τὸν Γοργίδαν ἢδη μετὰ τῶν φίλων συναθροίζεσθαι περὶ τὸ τῆς Ἀθηνᾶς ἱερόν, ἐπορευόμην πρὸς αὐτούς· ἧκον δὲ πολλοὶ κἀγαθοὶ τῶν πολιτῶν ὁμοῦ καὶ συνέρρεον ἀεὶ πλείονες. ὡς δʼ ἀπήγγειλα καθʼ ἕκαστον αὐτοῖς τὰ πεπραγμένα καὶ παρεκάλουν βοηθεῖν ἐλθόντας εἰς τὴν ἀγοράν, ἅμα πάντες εὐθὺς ἐπὶ τὴν ἐλευθερίαν ἐκήρυττον τοὺς πολίτας. τοῖς δὲ τότʼ ὄχλοις τῶν συνισταμένων ὅπλα παρεῖχον αἵ τε στοαὶ αἵ τε στοαὶ Turnebus ex Vit. Pel. c. 12: αἵ θ’ ἑστίαι πλήρεις οὖσαι παντοδαπῶν λαφύρων, καὶ τὰ τῶν ἐγγὺς οἰκούντων ἐργαστήρια μαχαιροποιῶν. ἧκε δὲ καὶ Ἱπποσθενείδας μετὰ τῶν φίλων καὶ οἰκετῶν οἰκετῶν] οἰκείων W τοὺς ἐπιδεδημηκότας κατὰ τύχην πρὸς τὰ Ἡράκλεια σαλπικτὰς παραλαμβάνων. εὐθέως δʼ οἱ μὲν ἐπὶ τῆς ἀγορᾶς ἐσήμαινον οἱ δὲ κατʼ ἄλλους τόπους, πανταχόθεν ἐκταράττοντες τοὺς ὑπεναντίους, ὡς πάντων ἀφεστώτων, οἱ μὲν καὶ καπνίζοντες lac. 15 E 19 B. fort. καὶ οἱ μὲν λακωνίζοντες ἐκ τῆς πόλεως ἐπὶ τὴν Καδμείαν τὴν Καδμείαν ἔφευγον ἐπισπασάμενοι καὶ τοὺς κρείττους λεγομένους, εἰωθότας δὲ περὶ τὴν ἄκραν κάτω κάτω Turnebus: καὶ τῶ νυκτερεύειν· οἱ δʼ ἄνω, τούτων μὲν ἀτάκτως καὶ τεθορυβημένως ἐπιχεομένων, ἡμᾶς δὲ περὶ τὴν ἀγορὰν ἀφορῶντες, οὐδενὸς μέρους ἡσυχάζοντος, ἀλλὰ πανταχόθεν ψόφων καὶ θορύβων ἀναφερομένων, καταβαίνειν μὲν οὐ διενοοῦντο, καίπερ περὶ πεντακισχιλίους τὸ πλῆθος ὄντες· ἐκπεπληγμένοι δὲ τὸν κίνδυνον ἄλλως; προυφασίζοντο Λυσανορίδαν. περιμένειν περμένειν R: παραμένειν γὰρlac. 15 BE supplet γὰρ αὐτὸν ὀφείλοντα παραγενέσθαι τῆς ἡμέρας ἐκείνης R. Fort. γὰρ αὐτὸν ἀπόντα τῆς ἡμ. ἐκείνης vel tale quid ἡ τῆς ἡμέρας ἐκείνης. διὸ καὶ τοῦτον μὲν ὕστερον, ὡς πυνθανόμεθα, χρήμασιν οὐκ ὀλίγοις ἐζημίωσαν τῶν Λακεδαιμονίων οἱ γέροντες· Ἡριππίδαν Ηριππίδαν *: ἑρμιππίδαν δὲ καὶ Ἄρκεσον ἀπέκτειναν εὐθὺς ἐν Κορίνθῳ λαβόντες, τὴν δὲ Καδμείαν ὑπόσπονδον παραδόντες ἡμῖν ἀπήλλαττον ἀπηλλάττοντο R μετὰ τῶν στρατιωτῶν.
← Previous 36 / 36

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme