Thesauros Literature biography Περὶ τοῦ Σωκράτους δαιμονίου

Περὶ τοῦ Σωκράτους δαιμονίου

Περὶ τοῦ Σωκράτους δαιμονίου Plutarch
6 ταῦτα τοῦ Θεοκρίτου λέγοντος, ὁ Λεοντίδης ἐξῄει μετὰ τῶν φίλων· ἡμεῖς δʼ εἰσελθόντες ἠσπαζόμεθα τὸν Σιμμίαν ἐπὶ τῆς κλίνης καθεζόμενον, οὐ κατατετευχότα τῆς δεήσεως, οἶμαι, μάλα σύννουν καὶ διαλελυπημένον διαλελυπημένον] fort. λίαν (vel νὴ Δία) λελυπημένον· ἀποβλέψας δὲ πρὸς ἅπαντας ἡμᾶς ὦ Ἡράκλεις εἶπεν ἀγρίων καὶ βαρβάρων ἠθῶν εἶτʼ οὐχ ὑπέρευ Θαλῆς ὁ παλαιὸς ἀπὸ ξένης ἐλθὼν διὰ χρόνου, τῶν φίλων ἐρωτώντων ὅ τι καινότατον ἱστορήκοι, τύραννον ἔφη γέροντα. καὶ γὰρ ᾧ μηδὲν ἰδίᾳ συμβέβηκεν ἀδικεῖσθαι, τὸ βάρος αὐτὸ καὶ τὴν σκληρότητα τῆς ὁμιλίας δυσχεραίνων ἐχθρός ἐστι τῶν ἀνόμων καὶ ἀνυπευθύνων δυναστειῶν. ἀλλὰ ταῦτα μὲν ἴσως θεῷ μελήσει τὸν δὲ ξένον ἴστε τὸν ἀφιγμένον, ὦ Καφισία, πρὸς ὑμᾶς ὅστις ἐστίν; οὐκ οἶδʼ ἔφην ἐγώ τίνα λέγεις. καὶ μήν ἔφη Λεοντίδης φησὶν φησὶν Amyotus; sed malim λέγει Λεοντίδης ἄνθρωπον ὦφθαι παρὰ τὸ Λύσιδος μνημεῖον ἐκ νυκτῶν ἀνιστάμενον, ἀκολουθίας πλήθει καὶ κατασκευῇ σοβαρόν, αὐτόθι κατηυλισμένον ἐπὶ στιβάδων φαίνεσθαι γὰρ ἄγνου καὶ μυρίκης χαμεύνας ἔτι δʼ ἐμπύρων λείψανα καὶ χοὰς γάλακτος ἕωθεν δὲ πυνθάνεσθαι τῶν ἀπαντώντων, εἰ τοὺς Πολύμνιος παῖδας ἐνδημοῦντας εὑρήσει. καὶ τίς ἄν εἶπον ὁ ξένος εἴη; περιττῷ γὰρ ἀφʼ ὧν λέγεις τινὶ καὶ οὐκ ἰδιώτῃ προσέοικεν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme