Thesauros Literature biography Περὶ φυγῆς

Περὶ φυγῆς

Περὶ φυγῆς Plutarch
17 ἀλλʼ ἐπονείδιστον ὁ φυγάς ἐστι; παρά γε τοῖς ἄφροσιν, οἳ καὶ τὸν πτωχὸν λοιδόρημα ποιοῦνται καὶ τὸν φαλακρὸν καὶ τὸν μικρόν, καὶ νὴ Δία τὸν ξένον καὶ τὸν μέτοικον. ἀλλὰ μὴν οἱ μὴ τούτοις ὑποφερόμενοι θαυμάζουσι τοὺς ἀγαθούς, κἂν πένητες ὦσι κἂν ξένοι κἂν φυγάδες. ἀλλʼ οὐχ ὁρῶμεν, ὥσπερ τὸν Παρθενῶνα καὶ τὸ Ἐλευσίνιον, οὕτω καὶ τὸ Θησεῖον ἅπαντας προσκυνοῦντας; καὶ μὴν ἔφυγε Θησεὺς ἐξ Ἀθηνῶν, διʼ ὃν ἥκουσι ἥκουσι *: οἰκοῦσι. quam coniecturam nunc video ab Emperio occupatam νῦν εἰς Ἀθήνας ἄνθρωποι, καὶ πόλιν ἀπέβαλεν ἣν οὐκ ἔσχεν ἀλλʼ αὐτὸς ἐποίησε. τῇ δʼ Ἐλευσῖνι τί λείπεται καλόν, ἂν αἰσχυνώμεθα τὸν Εὔμολπον, ὃς ἐκ Θρᾴκης μεταστὰς ἐμύησε καὶ μυεῖ τοὺς Ἕλληνας; Κόδρος δὲ τίνος ὢν ἐβασίλευσεν; οὐ Μελάνθου φυγάδος ἐκ Μεσσήνης; τὸ δὲ τοῦ Ἀντισθένους οὐκ ἐπαινεῖς πρὸς τὸν εἰπόντα ὅτι Φρυγία σού ἐστιν ἡ μήτηρ; καὶ γὰρ ἡ τῶν θεῶν τί οὖν οὐ καὶ σὺ λοιδορούμενος φυγὰς ἀποκρίνῃ καὶ γὰρ ὁ τοῦ Ἡρακλέους τοῦ καλλινίκου πατὴρ φυγὰς ἦν, καὶ ὁ τοῦ Διονύσου πάππος, ὡς ἐξεπέμφθη τὴν Εὐρώπην ἀνευρεῖν, οὐδʼ αὐτὸς ἐπανῆλθε Φοίνιξ πεφυκώς, ἐκ· δʼ ὁρίζεται ἐκ δ’ ὁρίζεται ex ἐκ δ’ ἀμείβεται (vid. Nauck. p. 627) consulto effecit Plutarchus, ut ad γένος apposite subiungeret: εὔιον ὀρσιγύναικα κἑ. cf. Paus. 3, 24, 3 γένος,ʼ εἰς τὰς Θήβας παραγενόμενος, εὔιον ὀρσιγύναικα εὐήνορσι γυναῖκα - θύοντα mei codd. correxi ex p. 389 b Διόνυσον μαινομέναις ἀνθέοντα τιμαῖς; καὶ περὶ μὲν ὧν Αἰσχύλος Αἰσχύλος] Suppl. 214 ᾐνίξατο καὶ ὑπεδήλωσεν εἰπών ἁγνόν τʼ Ἀπόλλω Ἀπόλλω M: ἀπόλλωνος φυγάδʼ ἀπʼ οὐρανοῦ θεόν εὔστομά μοι κείσθω καθʼ Ἡρόδοτον· ὁ δʼ Ἐμπεδοκλῆς Ἐμπεδοκλῆς] Mullach. 1 p. 1 ἐν ἀρχῇ τῆς φιλοσοφίας προαναφωνήσας ἔστιν ἔστιν R: ἔστι τί ἀνάγκης χρῆμα, θεῶν ψήφισμα παλαιόν, εὖτὲ τις ἀμπλακίῃσι φόνῳ φίλα γυῖα μιήνῃ μιήνῃ] μιν codd. mei, δαίμονες δαίμονες κἑ] δαίμων οἵτε βίοιο λελόγχασι μακραίωνος Mullachius οἵ τε μακραίωνος μακραίωνος Karstenius: μακραίωνες λελόγχασι βίοιο· τρίς μιν μυρίας ὥρας ἀπὸ μακάρων ἀλάλησθαι. τὴν τὴν] intellegit ὁδὸν Karstenius. ὡς dat Philoponus καὶ ἐγὼ νῦν εἶμι εἶμι Philoponus: εἰμὶ φυγὰς θεόθεν καὶ ἀλήτης· οὐχ ἑαυτόν, ἀλλʼ ἀφʼ ἑαυτοῦ πάντας ἀποδείκνυσι μετανάστας ἐνταῦθα καὶ ξένους καὶ φυγάδας ἡμᾶς ὄντας. οὐ γὰρ αἷμα, φησίν, ἡμῖν οὐδὲ πνεῦμα συγκραθέν, ὦ ἄνθρωποι, ψυχῆς οὐσίαν καὶ ἀρχὴν παρέσχεν, ἀλλʼ ἐκ τούτων τὸ σῶμα συμπέπλασται γηγενὲς καὶ θνητόν· τῆς δὲ ψυχῆς ἀλλαχόθεν ἡκούσης δεῦρο, τὴν γένεσιν ἀποδημίαν ὑποκορίζεται τῷ πραοτάτῳ τῶν ὀνομάτων· τὸ δʼ ἀληθέστατον, φεύγει καὶ πλανᾶται θείοις ἐλαυνομένη δόγμασι καὶ νόμοις· εἶθʼ, ὥσπερ ἐν νήσῳ σάλον ἐχούσῃ πολύν, καθάπερ φησὶν ὁ Πλάτων Πλάτων] Phaedr. p. 250 c, ὀστρέου τρόπον ἐνδεδεμένη τῷ σώματι διὰ τὸ μὴ ἀναφέρειν μηδὲ μνημονεύειν μὴ ἀναφέρειν μηδὲ μνημονεύειν Stobaeus 40, 5: μὴ μνημονεύειν μηδὲ ἀναφέρειν ἐξ οἵης τιμῆς τε καὶ ὅσσου ὄσσου Stobaeus: ὅσου μήκεος ὄλβουvid. Mullach. 1. 1. μεθέστηκεν, οὐ Σάρδεων Ἀθήνας οὐδὲ Κορίνθου Λῆμνον ἢ Σκῦρον ἀλλʼ οὐρανοῦ καὶ σελήνης γῆν ἀμειψαμένη καὶ τὸν ἐπὶ γῆς βίον, ἐὰν ἐὰν idem: ἵνα μικρὸν ἐνταῦθα τόπον ἐκ τόπου παραλλάξῃ, δυσανασχετεῖ καὶ ξενοπαθεῖ, καθάπερ φυτὸν ἀγεννὲς ἀγεννὲς] εὐγενὲς R ἀπομαραινομένη. καίτοι φυτῷ μὲν ἔστι τις χώρα μᾶλλον ἑτέρας ἑτέρα πρόσφορος, ἐν ᾗ τρέφεται καὶ βλαστάνει βέλτιον· ἀνθρώπου δʼ οὐδεὶς ἀφαιρεῖται τόπος εὐδαιμονίαν, ὥσπερ οὐδʼ ἀρετὴν οὐδὲ φρόνησιν, ἀλλʼ Ἀναξαγόρας μὲν ἐν τῷ δεσμωτηρίῳ τὸν τοῦ κύκλου τετραγωνισμὸν ἔγραφε, Σωκράτης δὲ φάρμακον πίνων ἐφιλοσόφει καὶ παρεκάλει φιλοσοφεῖν τοὺς συνήθεις, εὐδαιμονιζόμενος ὑπʼ αὐτῶν· τὸν δὲ Φαέθοντα καὶ τὸν Τάνταλον εἰς τὸν οὐρανὸν ἀναβάντας οἱ ποιηταὶ λέγουσι ταῖς μεγίσταις συμφοραῖς περιπεσεῖν διὰ τὴν ἀφροσύνην.
← Previous 17 / 17

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme