Thesauros Literature biography Παραμυθητικός εἰς τὴν γυναῖκα τὴν αὑτου

Παραμυθητικός εἰς τὴν γυναῖκα τὴν αὑτου

Παραμυθητικός εἰς τὴν γυναῖκα τὴν αὑτου Plutarch
11 τοῖς δὲ πατρίοις καὶ παλαιοῖς ἔθεσι καὶ νόμοις ἐμφαίνεται μᾶλλον ἡ περὶ τούτων ἀλήθεια. τοῖς γὰρ αὑτῶν νηπίοις ἀποθανοῦσιν οὔτε χοὰς; ἐπιφέρουσιν, οὔτʼ ἄλλα δρῶσι περὶ αὐτὰ οἷʼ εἰκὸς εἰκὸς] ἔθος Cobetus ὑπὲρ θανόντων ποιεῖν τοὺς ἄλλους ἄλλους] ἀνθρώπους F. Schmidtius οὐ γὰρ μέτεστι γῆς; οὐδὲν οὐδὲ οὐδὲ Stegmannus: οὔτε τῶν περὶ γῆν αὐτοῖς. οὐδʼ αὐτοῦ περὶ ταφὰς καὶ μνήματα καὶ προθέσεις νεκρῶν φιλοχωροῦσι καὶ παρακάθηνται τοῖς σώμασιν· οὐ γὰρ ἐῶσι θρηνεῖν θρηνεῖν addidi cum R οἱ νόμοι τοὺς τηλικούτους, ὡς οὐχ ὅσιον εἰς βελτίονα καὶ θειοτέραν μοῖραν ἅμα καὶ χώραν μεθεστηκότας lac. 52 fere in E supplet W ita: καὶ οὐκ ἀγνοῶ μὲν ὅτι ταῦτα πολλὰς ἔχει ἀπορίας· ἐπεὶ δὲ cett.· ἐπεὶ δὲ τὸ ἀπιστεῖν χαλεπώτερόν ἐστιν αὐτοῖς ἢ τὸ πιστεύειν, τὰ μὲν ἐκτὸς οὕτως ὡς οἱ νόμοι προστάττουσιν ἔχωμεν, τὰ δʼ ἐντὸς ἔτι μᾶλλον ἀμίαντα καὶ καθαρὰ καὶ σώφρονα. σώφρονα] intell. ἔχωμεν
← Previous 10 / 10

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme