Book 1
2.4
ἐπεὶ δὲ καὶ ταῦτʼ ἐρρήθη καὶ τὴν κρίσιν ἀπῄτουν οἱ παρόντες, ἔφην ἐγώ, διαιτητὴς ᾑρημένος οὐ κριτὴς, βαδιεῖσθαι διὰ μέσου. νέους μὲν γάρεἶπον ἑστιῶντας καὶ πολίτας καὶ συνήθεις ἐθιστέον, ὥς φησι Τίμων, ἀφελῶς καὶ ἀτύφως κατανέμειν αὑτοὺςαὐτοὺς mei εἰς ἣν ἂν τύχωσι χώραν, καλὸν εἰς φιλίαν ἐφόδιον τὴν εὐκολίαν λαμβάνοντας· ἐν δὲ ξένοις ἢ ἄρχουσιν ἢ πρεσβυτέροις φιλοσοφοῦντεςBasileensis: φιλοσοφοῦντας δέδια μὴ δοκῶμεν τῇ αὐλείῳ τὸν τῦφον ἀποκλείοντες εἰσάγειν τῇ παραθύρῳ μετὰ πολλῆς ἀδιαφορίας· ἐν ᾧ καὶ συνηθείᾳ τιτι] τινὶ mei καὶ νόμῳ δοτέον. ἢ καὶ προπόσεις καὶ προσαγορεύσεις ἀνέλωμεν, αἷς πρὸς τοὺς ἐπιτυγχάνοντας οὐδʼ ἀκρίτωςοὐκ εἰκῆ οὐδ’ ἀκρίτως supplet R ἀλλʼ ὡς ἐνδέχεται μάλισταμάλιστα] add. ἐμμελέστατα W χρώμενοι τιμῶμεν ἕδρῃ τε κρέασὶν τʼ ἠδὲ πλείοις δεπάεσσινHom. M 311 ὥς φησιν ὁ τῶν Ἑλλήνων βασιλεύς, τὴν τάξιν ἐν πρώτῃ τιμῇ τιθέμενος. ἐπαινοῦμεν δὲ καὶ τὸν Ἀλκίνουν, ὅτι τὸν ξένον ἱδρύει παρʼ αὑτὸναὐτόν * αὐτόν υἱὸν ἀναστήσας, ἀγαπήνορα ΛαοδάμανταΛαυδάμαντα idem: λαομέδοντα, Hom. η 169ὃς οἱ πλησίον ἷζε, μάλιστα δέ μιν φιλέεσκεidem: φιλέεσκεν. τὸ γὰρ εἰς τὴν τοῦ φιλουμένου χώραν καθίσαι τὸν ἱκέτην ἐπιδέξιον ἐμμελῶς καὶ φιλάνθρωπον. ἔστι δὲ καὶ παρὰ τοῖς θεοῖς διάκρισις τῶν τοιούτων ὁ μὲν γὰρ Ποσειδῶν, καίπερ ὕστατος εἰς τὴν ἐκκλησίαν παραγενόμενος ἷζεν ἄρʼἱζε δ’ ἄρʼ idem ἐν μέσσοισινid. Υ 15 ὡς ταύτης αὐτῷ τῆς χώρας προσηκούσης. ἡ δʼ Ἀθηνᾶ φαίνεται τὸν πλησίον ἀεὶ τοῦ Διὸς τόπον ἐξαίρετον ἔχουσα καὶ τοῦτο παρεμφαίνει μὲν ὁ ποιητὴς διʼ ὧν ἐπὶ τῆς Θέτιδός φησιν ἡ δʼ ἄρα πὰρ Διὶ πατρὶ καθέζετο, εἶξε δʼ Ἀθήνη,id. Ω 100 διαρρήδην δʼ ὁ ΠίνδαροςΠίνδαρος] Bergk. 1 p. 432 λέγει πῦρ πνέοντος ἅτε κεραυνοῦ ἄγχιστα ἡμένη. καίτοι φήσειφήσει Duebnerus: φησὶ Τίμων οὐ δεῖν ἀφαιρεῖσθαι τῶν ἄλλων ἑνὶ προσνέμοντα τὴν τιμήν. ὅπερ αὐτὸς ἔοικε ποιεῖν μᾶλλον· ἀφαιρεῖται γὰρ ὁ κοινὸν ποιῶν τὸ ἴδιον ἴδιον δὲ τὸ κατʼ ἀξίαν ἑκάστου, καὶ ποιεῖ δρόμου καὶ σπουδῆς τὸ πρωτεῖον, ἀρετῇ καὶ συγγενείᾳ καὶ ἀρχῇ καὶ τοῖς τοιούτοις ὀφειλόμενον. καὶ τὸ λυπηρὸςλυπηρὸς R: λυπηρὸν εἶναι τοῖς κεκλημένοις φεύγειν δοκῶν μᾶλλον ἐφέλκεται καθʼ αὑτοῦ λυπεῖ γὰρ ἀποστερῶν τῆς συνήθους τιμῆς ἕκαστον. ἐμοὶ δʼ οὐ λίαν χαλεπὸν εἶναι δοκεῖ τὸ περὶ τὴν διάκρισιν· πρῶτον μὲν γὰρ ἐφάμιλλοι τοῖς ἀξιώμασι πολλοὶ πρὸς μίαν κλῆσιν οὐ ῥᾳδίως ἀπαντῶσιν ἔπειτα πλειόνων τόπων ἐν δόξῃ γεγονότων, ἀφθονία τῆς διανομῆς ἔστιν, ἄν τις εὐστοχεῖν δύνηται, τὸν μὲν ὅτι πρῶτος, τὸν δʼ ὅτι μέσος, τὸν δʼ ὅτι παρʼ αὑτὸν ἢ μετὰ φίλου τινὸς ἢ συνήθους ἢ καθηγητοῦ, διδοὺς ἑκάστῳ τῶν ἀξιωματικῶν λεγομένων τοῖς δʼ ἄλλοις δωρεὰς καὶ φιλοφροσύνηνδωρεᾶς καὶ φιλοφροσύνης Turnebus ἔλιπον ἂνib. ἂν* ἀνάπαυλαν μᾶλλον τῆς τιμῆς. ἂν δὲ δυσδιάκριτοιδυσδιάκριτοι] lac. 7 Vd E τοι μὲν αἱ ἀξίαι δύσκολοι δʼ οἱ ἄνδρες ὦσιν, ὅρα τίνα μηχανὴν ἐπάγω· κατακλίνω γὰρ εἰς τὸν ἔνδοξονεὔδοξον mei μάλιστα τόπον, ἂν μὲν πατήρ, τοῦτον ἀράμενος εἰ δὲ μή, πάππον ἢ πενθερὸν ἢ πατρὸς ἀδελφόν, ἤ τινα τῶν ὁμολογουμένηνem. W: ὀμολογουμένων καὶ ἰδίαν ἐχόντων παρὰ τῷ δεχομένῳπαραδεχομένῳ mei τιμῆς ὑπεροχήν· ἐκ τῶν Ὁμήρου τὸ θεώρημα τοῦτο λαμβάνων καθηκόντων. καὶ γὰρ ἐπεῖἐκεῖ] cf. Hom. Ψ 534 sqq. δήπουθεν ὁ Ἀχιλλεὺς τὸν Μενέλεων καὶ τὸν Ἀντίλοχον περὶ τῶν δευτερείων τῆς ἱπποδρομίας ὁρῶν διαφερομένους καὶ δεδοικὼς μὴ πορρωτέρω προέλθωσιν ὀργῆς καὶ φιλονεικίας ἑτέρῳ βούλεται τὸ ἔπαθλον ἀποδιδόναι, λόγῳ μὲν Εὔμηλον οἰκτίρων καὶ τιμῶν, ἔργῳ δὲ τῆς ἐκείνων διαφορᾶς τὴν αἰτίαν ἀφαιρῶν.