Thesauros Literature biography Συμποσιακῶν προβλημάτων βιβλία

Συμποσιακῶν προβλημάτων βιβλία

Συμποσιακῶν προβλημάτων βιβλία Plutarch

Book 1

2.6 ὀρθῶς οὖν ἔφαμεν λέγειν αὐτὸν ἡμεῖς, καὶ τί δὴ φθονεῖς τῶν τακτικῶν ἡμῖν καὶ ἁρμονικῶν; ἐλέγομεν.ἐλέγομεν *: ὦν ἐλέγομενοὐδείς ἔφη φθόνος, ὀὲν μέλλητε πείθεσθαι μετακινοῦντί μοι καὶ μετακοσμοῦντι τὸ συμπόσιον, ὥσπερ τῷ Ἐπαμεινώνδᾳ τὴν φάλαγγα. συνεχωροῦμεν οὂν οὕτω ποιεῖν ἅπαντες. ὁ δὲ τοὺς παῖδας ἐκ μέσου κελεύσας γενέσθαι, καταβλέψας ἕκαστον ἀκούσατʼ εἶπεν ὡς μέλλω συντάττειν ὑμᾶς ἀλλήλοις βούλομαι γὰρ προειπεῖνem. Amyotusπροσειπεῖν. δοκεῖ γάρ μοι καὶ τὸν ὍμηρονὉμηρον] cf. B 363 οὐκ ἀδίκως ὁ Θηβαῖος αἰτιάσασθαι Παμμένης ὡς τῶν ἐρωτικῶν ἄπερον, ὅτι φῦλα φύλοις συνέταξεν καὶ φρατρίαςφρατρίας φρατρίαις? φατρίαις συνέμιξε, δέον ἐραστὴν μετʼ ἐρωμένου παρεμβάλλειν ἵνʼ σύμπνους ἡ φάλαγξ διʼ ὅλης ἔμψυχον ἔχουσα δεσμόν. τοιοῦτοτοιοῦτο R: τοῦτο κἀγὼ βούλομαι ποιῆσαι τὸ συμπόσιον ἡμῶν, οὐ πλουσίῳ πλούσιον οὐδὲ νέῳ νέον οὐδʼ ἄρχοντι συγκατακλίνων ἄρχοντα καὶ φίλῳ φίλον· ἀκίνητος γὰρ αὕτη καὶ ἀργὴ πρὸς εὐνοίας ἐπίδοσιν καὶ γένεσιν ἡ τάξις· ἀλλὰ τῷ δεομένῳ τὸ οἰκεῖον προσαρμόττων κελεύω φιλολόγῳ μὲν ὑποκατακλίνεσθαι φιλομαθῆ, δυσκόλῳ δὲ πρᾶον ἀδολέσχῳ δὲ πρεσβύτῃ φιλήκοον νεανίσκον, τῷ δʼ ἀλαζόνι τὸν εἴρωνα τῷ δʼ ὀργίλῳ τὸν σιωπηλόν· ἐὰν δέ που κατίδω πλούσιον μεγαλόδωρον, ἄξω πρὸς αὐτὸν ἐκ γωνίας τινὸς ἀναστήσας πένητα χρηστόν, ἵνʼ ὥσπερ ἐκ πλήρους κύλικος εἰς κενὴν ἀπορροή τις γένηται. σοφιστὴν δὲ κωλύω συγκατακλίνεσθαι σοφιστῇ καὶ ποιητὴν ποιητῇ πτωχὸς γὰρ πτωχῷ φθονέειφθονέει] om. mei καὶ ἀοιδὸς ἀοιδῷ·Hes. OD 26 καίτερκαίπερ] ὥσπερ? Σωσικλῆς οὗτος καὶ Μόδεστος ἐνταῦθα συνερείδοντες ἔπος παρὰ lac. 7 Vd E. Fort. supplendum: ἔπος παρʼ (aut πρὸς) ἔπος ἀναζωπυρεῖν φλόγα μεγάλην κινδυνεύουσι τᾲ μάλιστα cf. Aristoph. Nub. 1375. Eust. ad Il. p. 53, 41 ζωπυρίων φλόγα μὲν ἀλλὰ κινδυνεύουσι τὰ κάλλιστα, διίστημι δὲ καὶ στραγγαλιῶντας καὶ φιλολοιδόρους; καὶ ὀξυθύμους lac. 4 Vd E. Fort. supplendum πρᾶον τινὰ παρεντιθεὶς μέσον, ὥσπερ μάλαγμα τῆς ἀντιτυπίας. ἀλειπτικοὺς δὲ καὶ κυνηγετικοὺς καὶ γεωργικοὺς συνάγωσυνάγω] συναγαγὼν mei ex συνάγω τῶν ut vid.. τῶν γὰρ ὁμοιοτήτων ἡ μὲν μάχιμος ὥσπερ ἀλεκτρυόνων, ἡ δʼ ἐπιεικὴς ὥσπερ ἡ τῶν κολοιῶν. συνάγω δὲ καὶ ποτικοὺς εἰς ταὐτὸ καὶ ἐρωτικούς, οὐ μόνον ὅσοις ἔρωτος δῆγμαδεῖγμα mei παιδικῶνπαιδικῶν inserui ex p. 77 c. cf. Nauck. p. 309 πρόσεστιν ὥς φησι Σοφοκλῆς, ἀλλὰ καὶ τοὺς ἐπὶ γυναιξὶ καὶ τοὺς ἐπὶ παρθένοις δακνομένους· τῷ γὰρ αὐτῷ θαλπόμενοι πυρὶ μᾶλλον ἀλλήλων ἀντιλήψονται, καθάπερ ὁ κολλώμενος σίδηρος, ἂν μὴ νὴ Δία ταὐτοῦταὐτοῦ *: τοῦ αὐτοῦ τύχωσιν ἢ τῆς αὐτῆς ἐρῶντες.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme