Thesauros Literature biography Συμποσιακῶν προβλημάτων βιβλία

Συμποσιακῶν προβλημάτων βιβλία

Συμποσιακῶν προβλημάτων βιβλία Plutarch

Book 1

1.1 πρῶτον δὲ πάντων τέτακται τὸ περὶ τοῦ φιλοσοφεῖν παρὰ πότον. μέμνησαι γὰρ ὅτι, ζητήσεως Ἀθήνησι μετὰ δεῖπνον γενομένης εἰ χρηστέον ἐν οἴνῳ φιλοσόφοις λόγοις καὶ τί μέτρον ἔστι χρωμένοις, ἀρίστων παρών εἰσὶ γάρ ἔφησε πρὸς τῶν θεῶν οἱ φιλοσόφοις χώρανχῶρον mei ἐπʼ οἴνῳἐν οἴνῳ? μὴ διδόντες; ἐγὼ δʼ εἶπον ἀλλ οὐ γὰρ εἰσίν, ὦ ἑταῖῤ, οἳοἵ] om. mei καὶ πάνυ γε σεμνῶς κατειρωνευόμενοι λέγουσι μὴ δεῖν ὥσπερ οἰκοδέσποιναν ἐν οἴνῳ φθέγγεσθαι φιλοσοφίαν· καὶ τοὺς ΠέρσαςΠέρσας] Πάρθους Macrobius 7, 1, 3 ὀρθῶς φασι μὴ ταῖς γαμεταῖς ἀλλὰ ταῖς παλλακίσι συμμεθύσκεσθαι καὶ συνορχεῖσθαι; ταὐτὸ δὴ καὶ ἡμᾶς ἀξιοῦσι ποιεῖν εἰς τὰ συμπόσια τὴν μουσικὴν καὶ τὴν ὑποκριτικὴν ἐπεισάγοντας φιλοσοφίαν δὲ μὴ κινοῦντας, ὡς οὔτε συμπαίζειν ἐκείνην ἐπιτήδειον οὖσαν οὔθʼ ἡμᾶς τηνικαῦτα σπουδαστικῶς ἔχοντας· οὐδὲ γὰρ Ἰσοκράτη τὸν σοφιστὴν ὑπομεῖναι δεομένων εἰπεῖν τι παρʼ οἶνον ἀλλʼ ἢ τοσοῦτον ἐν οἷς μὲν ἐγὼ δεινός, οὐχ ὁ νῦν καιρός· ἐν οἷςἐν οἷς] οἷς Cobetus δʼ ὁ νῦν καιρός, οὐκ ἐγὼ δεινός.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme