Thesauros Literature biography Συμποσιακῶν προβλημάτων βιβλία

Συμποσιακῶν προβλημάτων βιβλία

Συμποσιακῶν προβλημάτων βιβλία Plutarch

Book 1

6.2 Μιθριδάτην δὲ τὸν πολεμήσαντα Ῥωμαίοις ἐν τοῖς ἀγῶσιν, οὓς ἐπετέλει, καὶ πολυφαγίας ἆθλα θεῖναι καὶ πολυποσίας φασί· νικῆσαι δʼ αὐτὸν ἀμφότερα, καὶ ὅλως πιεῖν πλεῖστον τῶντῶν] om. mei καθʼ αὑτὸν ἀνθρώπων, διὸ καὶ Διόνυσον ἐπικληθῆναι. τοῦθʼ ἡμεῖς εἴπομεν ἕν τι τῶν εἰκῆ πεπιστευμένων εἶναι, τὸ περὶ τὴν αἰτίαν τῆς ἐπικλήσεως· νηπίου γὰρ ὄντος αὐτοῦ κεραυνὸς ἐπέφλεξε τὰ σπάργανα, τοῦ δὲ σώματος οὐχ ἥψατο, πλὴν ὅσον ἴχνος τι τοῦ πυρὸς ἐν τῷ μετώπῳ κρατουμένῳmalim κρυπτομένῳ aut κρυπτόμενον ὑπὸ τῆς κόμης μένειν αὐτῷ παιδίπαιδί] del. Emperius· καὶ ἀνδρὸςμένειν - ἀνδρὸς Exemplum Turnebi: 4-5 Vd ειν αὐτῷ παι 4 Vd ἀνδρὸς Pro μένειν malim διαμένειν ἤδη πάλιν ἐπὶ τὸ δωμάτιον ἐμπεσὼν κεραυνὸς αὐτοῦ μὲν κατέπεσεἀπέπεσε W. παρέπεσε Emperius καθεύδοντος, τῆς δὲ φαρέτρας ὑποκρεμαμένηςὑπερκρεμαμένης R διεξῆλθε τὰ βέλη πυρακτώσας. οἱ μὲν οὖν μάντεις ἀπεφήναντο πλεῖστον αὐτὸν ἰσχύσειν ἀπὸ τῆς τοξικῆς καὶ κούφης στρατιᾶς, οἱ δὲ πολλοὶ Διόνυσον αὐτὸν ἀπὸ τῶν κεραυνοβολιῶν ὁμοιότητι τοῦ πάθους προσηγόρευσαν.
6.3 ἐκ τούτου περὶ τῶν πολὺ πιόντων ἦν λόγος· ἐν οἷς καὶ τὸν πύκτην Ἡρακλείδην ἐτίθεσαν, ὃν Ἡρακλοῦν Ἀλεξανδρεῖς ὑπεκορίζοντο, κατὰ τοὺς πατέρας ἡμῶν γενόμενον. οὗτος ἀπορῶν συμπότου παραμένοντος, ἐκάλει τοὺς μὲν ἐπὶ πρόπωμαπρόπωμα *: πρόπομα τοὺς δʼ ἐπʼ ἄριστον ἄλλους δʼ ἐπὶ δεῖπνον, ἐσχάτους δέ τινας ἐπὶ κῶμον· ἀπαλλαττομένων δὲ τῶν πρώτων, δεύτεροι συνῆπτον εἶτʼ ἐφεξῆς οἱ τρίτοι καὶ τέταρτοι· κἀκεῖνος οὐθὲν διάλειμμα ποιῶν ἅπασιν ἐξήρκει καὶ τοὺς τέσσαρας πότους συνδιέφερε.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme