Book 1
6.4
τῶν δὲ Δρούσῳ τῷ Τιβερίου Καίσαρος υἱῷ συμβιούντων ὁ πάντας ἐν τῷ πίνειν προτρεπόμενοςπαρερχόμενος? ἰατρὸς ἑάλω τῶν πικρῶν ἀμυγδαλῶνἀμυγδαλῶν *: ἀμυγδάλων cf. Athen. p. 52 d πέντʼ ἢ ἓξ ἑκάστοτε προλαμβάνων ἕνεκα τοῦ μὴ μεθύσκεσθαι· κωλυθεὶς δὲ καὶ παραφυλαχθεὶς οὐδʼ ἐπὶ μικρὸν ἀντέσχεν. ἔνιοι μὲν οὖν ᾤοντο τὰς ἀμυγδαλίδαςἀμυγδαλίδας] ἀμυγδαλῆς ῥιζας Doehnerus coll. Plin. 23, 144 δηκτικόν τι καὶ ῥυπτικὸν ἔχειν τῆς σαρκός, ὥστε καὶ τῶν προσώπων τὰς ἐφηλίδας ἐξαιρεῖν·em. W: ἐξαίρειν ὅταν οὖν προληφθῶσι, τῇ πικρότητι τοὺς πόρους ἀμύσσειν καὶ δηγμὸν ἐμποιεῖν, ὑφʼ οὗ τὸ ὑγρὸν κατασπῶσιν ἀπὸ τῆς κεφαλῆς διατμιζόμενον. ἡμῖν δὲ μᾶλλον ἡ τῆς πικρότητος ἐδόκει δύναμις ἀναξηραντικὴ καὶ δάπανος ὑγρῶν εἶναι· διὸ τῇ γεύσει πάντων ἐστὶ τῶν χυλῶν ὁ πικρὸς ἀηδέστατος· τὰ γὰρ φλέβιαφλέβια Plato Tim. p. 65cd: φλεβία τῆς γλώττης, ὡς ὁ Πλάτων φησί, μαλακὰ καὶ νοτερὰνοτερὰ idem: μανότερα ὄντα, συντείνει παρὰ φύσιν ἡ τῆς ξηρότητος δύναμιςδύναμις Anonymus, ἐκτηκομένων τῶν ὑγρῶν. καὶ τὰ ἕλκη τοῖς πικροῖς ἀπισχναίνουσι φαρμάκοις, ὡς ὁ ποιητής φησιν ἐπὶ δὲ ῥίζαν βάλε πικρὴν Hom. Λ 846 χερσὶ διατρίψας ὀδυνήφατον, ἣ οἱ ἁπάσας ἔσχʼ ὀδύνας· τὸ μὲν ἕλκος ἐτέρσετοἀπάσας - ἐτέρσετο] om. mei, παύσατοπαύσαντο mei δʼ αἷμα. τὸ γὰρ τῇ γεύσει πικρὸν τῇ δυνάμει ξηραντικὸν ὀρθῶς προσηγόρευσε. φαίνεται δὲ καὶ τὰ διαπάσματα τῶν γυμνικῶνγυμνικῶν scripsi cum Faehsio: γυναικῶν cf. p. 954 b, οἷς ἀναρπάζουσι τοὺς ἱδρῶτας, πικρὰ τῇ γύσει καὶ στυπτικὰ ὄντα σφοδρότητι τοῦ στρυφνοῦ τὸ πικρόντοῦ στρυφνοῦ τὸ πικρόν] τοῦ στρυφνοῦντος πικροῦ Exemplum Turnebi. Fort. add. etiam κατασβεννύναι τὸ ὑγρόν cf. p. 954 b. οὕτως οὖν ἔφην τούτων ἐχόντων, εἰκότως ἡ τῶν ἀμυγδαλῶν πικρότης βοηθεῖ πρὸς τὸν ἄκρατον, ἀναξηραίνουσα τοῦ σώματος τὰ ἐντὸς καὶκαὶ] om. mei οὐκ ἐῶσα πίμπλασθαι τὰς φλέβας, ὧν διατάσει φασὶ καὶ ταραχῇ συμβαίνεισυμβαίνειν? τὸ μεθύειν. τεκμήριον δὲ τοῦ λόγου μέγα τὸ συμβαῖνον περὶ τὰς ἀλώπεκας· ἂν γὰρ ἀμυγδάλας πικρὰς φαγοῦσαι μὴ ἐπιπίωσινem. Ex. Turnebi: 3 Vd ἐπιπίωσι 5-6 Vd 10 E τῶν ὑγρῶν ἀθρο 7 Vd E πόντων, ἀποθνήσκουσι τῶν ὑγρῶν ἀθρόως ἐκλειπόντων.