Book 1
8.2
ἦσαν μὲν οὖν οἳ πρὸς τοῦτʼ ἔλεγονἔλεγον] λέγουσιν mei, ὡς ἀπάγουσι τῶν ὄψεων τὸ βιβλίον, οὐ μαλακώτερον τὸ φῶς ποιοῦντες, ἀλλʼ οἷον ἐπιδραττόμενοι καὶ περιλαμβάνοντες αὐγὴν πλείονα καὶ πληροῦντες ἀέρος λαμπροῦ τὴν μεταξὺ τῶν ὀμμάτων καὶ τῶν γραμμάτων χώραν. ἕτεροι δὲ τοῖς συμβάλλουσι τὰς αὐγὰς μετεῖχον ἐπεὶ γὰρ ἀποτείνεται τῶν ὀφθαλμῶν ἑκατέρου κῶνος, πρὸς τῷ ὄμματι τὴν κορυφὴν ἔχων, ἕδραν δὲ καὶ βάσιν ἣᾖ Doehnerus περιλαμβάνει τὸ ὁρώμενον, ἄχρι μέν τινος εἰκός ἐστιν ἰδίᾳ τῶν κώνων ἑκάτερον φέρεσθαι· γενόμενοι δʼ ἀπωτέρω καὶ συμπεσόντες ἀλλήλοις ἓν τὸ φῶς ποιοῦσι· διὸ καὶ τῶν ὁρωμένων ἕκαστον ἓν οὐ δύο φαίνεται, καίπερ ἀμφοτέροις ἅμα τοῖς ὄμμασι καταφαινόμενον· αἰτία γὰρ ἡ τῶν κώνων σύναψις εἰς ταὐτὸ καὶ σύλλαμψις ἐκ δυεῖν μίαν ὄψιν ἀπειργασμένη. τούτων δʼ οὕτως ἐχόντων, οἱ μὲν ἐγγὺς προσάγοντες τὰ γράμματα πρεσβῦται, μηδέπω τῶν αὐγῶναὐγῶν] αὐτῶν mei συγκεχυμένων, ἀλλʼ ἑκατέρᾳἑκατέρᾳ (sc. τῇ αὐγῇ) Doehnerus: ἑκατερα χωρὶς ἐπιθιγγάνοντες ἀσθενέστερον ἐπιλαμβάνονται· οἱ δʼ ἀπωτέρω προθέμενοιπροτιθέμενοι?, μεμιγμένου τοῦ φωτὸς ἤδη καὶ πολλοῦ γεγονότος, μᾶλλον ἐξακριβοῦσιν ὥσπερ οἱ ταῖς δυσὶν ὁμοῦ χερσὶ κατέχοντες, ὃ τῇ ἑτέρᾳ μὴ δύνανται.